Ancient Greek · ~5 min
Section 145
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 145
Not analysed yet
οὐκ ἐξαρκεῖ μου τὸ στόμα ἐξομολογήσασθαί σοι οὐδὲ ἐνθυμηθῆναι δύναμαι τὴν σπουδὴν καὶ ἐπιμέλειαν τὴν ἐκ σοῦ γενομένην περὶ ἐμοῦ. ἐβουλόμην γὰρ κτήσασθαι πλοῦτον· σὺ δὲ δι᾽ ὁράματος ἔδειξάς μοι ὅτι ἐπιζήμιος καὶ ἐπιβλαβὴς γίνεται τοῖς κτωμένοις αὐτόν· καὶ ἐπίστευσα τῇ φανερώσει σου καὶ παρέμεινα τῇ πτωχείᾳ τοῦ κόσμου ἕως ὅτε σὺ ὁ πλοῦτος τῆς ἀληθείας ἀπεκαλύφθης, ὁ κἀμὲ καὶ τοὺς ἄλλους τοὺς σοῦ ἀξίους ἀπὸ τοῦ ἰδίου πλούτου πληρώσας, καὶ ἀπὸ μερίμνης καὶ φροντίδος τοὺς σοὺς ἀπαλλάξας. πεπλήρωκα οὖν κύριε τὰς ἐντολάς σου καὶ ἐτέλεσα τὸ βούλημά σου· καὶ ἐγενόμην πένης καὶ ἐνδεὴς καὶ ξένος καὶ δοῦλος καὶ ἐξουδενωμένος καὶ δέσμιος καὶ πειναλέος καὶ διψαλέος καὶ γυμνὸςκαὶ ἀνυπόδετος καὶ ἐμόχθησα διὰ σέ, ἵνα μὴ ἀπόληται ἡ πεποίθησίς μου καὶ ἡ ἐλπίς μου ἡ ἐν σοὶ μὴ καταισχυνθῇ, καὶ ὁ πολύς μου κάματος μὴ γένηται διὰ κενῆς, καὶ ὁ κόπος μου μὴ ἐξουδενωθῇ· μὴ ἀπόλωνταί μου αἱ εὐχαὶ καὶ αἱ νηστεῖαί μου αἱ συνεχεῖς καὶ ἡ πολλή μου σπουδὴ ἡ εἰς σέ· μὴ ἀνταλλαγῇ μου ὁ σπόρος τοῦ σίτου ἀπὸ τῆς σῆς γῆς· μὴ ἁρπάσῃ αὐτὸν ὁ ἐχθρὸς καὶ τὰ αὐτοῦ ζιζάνια συμμείξῃ· ἡ γὰρ σὴ γῆ ἀληθῶς οὐ δέχεται αὐτοῦ τὰ ζιζάνια, ἀλλ᾽ οὐδὲ τεθῆναι δύναται εἰς τοὺς σοὺς οἴκους.