Ancient Greek
Section 146
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 146
Not analysed yet
τὴν ἄμπελόν σου ἐφύτευσα ἐν τῇ γῇ· τὰς ῥίζας καθῆκεν εἰς τὸ βάθος, ἡ δὲ βλάστησις αὐτῆς ἐν τῷ ὕψει ἐξηπλώθη, οἱ δὲ ταύτης καρποὶ ἐπὶ γῆς ἐξετάθησαν καὶ ἐκ τούτων εὐφραίνονται οἱ σοῦ ἄξιοι οὓς καὶ ἐκτήσω. τὸ ἀργύριον ὃ δέδωκάς μοι κατέβαλον ἐν τῇ τραπέζῃ· τοῦτο ἀπαιτήσας ἀποδίδου μοι ἐν τόκοις ὥσπερ ἐπηγγείλω. τὴν μίαν σου μνᾶν πραγματευσάμενος δέκα πεποίηκα· προσέθηκάς μοι ἐφ᾽ οἷς εἶχον ὥσπερ συνέθου. τῷ ὀφειλέτῃ μου ἀφῆκα τὴν μνᾶν· μὴ εἰς χεῖράς μου ἐπιζητήσῃς· εἰς δεῖπνον ἐκλήθην καὶ ἦλθον· ἀπὸ δὲ τοῦ χωρίου καὶ τοῦ ζευκτοῦ καὶ τῆς γυναικὸς ἐγὼ ἔξαρνος γέγονα, ἵνα μὴ διὰ ταῦτα ἀποδοκιμασθῶ. εἰς τὸν γάμον ἐκλήθην καὶ λευκὴν ἐσθῆτα ἐνεδυσάμην, ἵνα ἄξιος αὐτοῦ γένωμαι καὶ μὴ δεθεὶς χεῖρας καὶ πόδας εἰς τὸ ἐξώτερον σκότος ἐκβληθῶ. ὁ λύχνος μου τῷ φωτὶ αὐτοῦ τῷ διαυγεῖ προσδέχεται τὸν δεσπότην τὸν ἀναλύοντα ἐκ τῶν γάμων, ἵνα δέξηταιαὐτὸν καὶ μὴ ἴδω αὐτὸν ἀμαυρωθέντα τοῦ ἐλαίου δαπανηθέντος. οἱ ὀφθαλμοί μου Χριστὲ σὲ καθορῶσιν καὶ ἡ καρδία μου ἐν χαρᾷ ἀγαλλιᾶται τελέσαντός μου τὸ θέλημά σου καὶ τὰς ἐντολάς σου τελειώσαντος, ἵνα ἐξομοιωθῶ δούλῳ γοργῷ καὶ εὐλαβεῖ ὃς διὰ τῆς ἑαυτοῦ προθυμίας οὐκ ἀμελεῖ τῆς ἀγρυπνίας. πᾶσαν τὴν νύκτα ἔκαμον τοῦ φυλάξαι τὸν οἶκόν μου ἀπὸ τῶν λῃστῶν ἵνα μὴ διορυγῇ.