Ancient Greek · ~5 min
Section 16
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 16
Not analysed yet
Ἀκούσας δὲ ὁ βασιλεὺς παρὰ τοῦ νυμφίου καὶ τῆς νύμφης ταῦτα, τὴν ἐσθῆτα αὐτοῦ διέρρηξεν καὶ τοῖς παρεστῶσιν αὐτῷ ἐγγὺς αὐτοῦ ἔλεγεν· Ἐξέλθατε ταχέως καὶ περιέλθατε ὅλην τὴν πόλιν, καὶ συλλαβόντες φέρετέ μοι ἐκεῖνον τὸν ἄνδρα τὸν φαρμακὸν τὸν κακῶς παρατυχόντα ἐν τῇ πόλει ταύτῃ· ἐγὼ γὰρ εἰσήγαγον αὐτὸν ἰδίαις χερσὶν εἰς τὸν οἶκόν μου, καὶ ἐγὼ εἶπον αὐτῷ ἵνα εὔξηται ἐπὶ τῇ ἀτυχεστάτῃ μου θυγατρί· ὃς δ᾽ ἂν εὑρὼν αὐτὸν προσαγάγῃ μοι, πᾶν εἴ τι ἂν αἰτήσηταίμοι, δίδωμι αὐτῷ. Ἀπελθόντες οὖν περιῆλθον ζητοῦντες αὐτόν, καὶ οὐχ εὗρον αὐτόν· πλεύσας γὰρ ἦν. ἀπῆλθον δὲ καὶ εἰς τὸ ξενοδοχεῖον ὅπου ἦν καταλύσας, καὶ εὗρον ἐκεῖ τὴν αὐλήτριαν κλαίουσαν καὶ ἀνιωμένην, ἐπειδὴ μὴ παρέλαβεν αὐτὴν μεθ᾽ ἑαυτοῦ. ἐξηγησαμένων δὲ αὐτῇ τὸ πρᾶγμα τὸ γεγονὸς ἐπὶ τῶν |νεωτέρων ἐχάρη πάνυ ἀκούσασα, καὶ ἀποθεμένη τὴν λύπην εἶπεν· Νῦν εὗρον κἀγὼ ὧδε ἀνάπαυσιν. Καὶ ἀναστᾶσα ἀπῆλθεν πρὸς αὐτούς, καὶ ἦν σὺν αὐτοῖς χρόνον ἱκανόν, ἕως οὗ κατήχησαν καὶ τὸν βασιλέα. πολλοὶ δὲ καὶ τῶν ἀδελφῶν συνηθροίζοντο ἐκεῖ, ἕως ὅτε φήμης ἥκουσαν τοῦἀποστόλου, ὅτι ἐν ταῖς πόλεσιν τῆς Ἰνδίας κατήχθη καὶ ἐκεῖ διδάσκει. καὶ ἀπελθόντες κατεμίγησαν αὐτῷ. πράξεις Θωμᾶ ἀποστόλου. περὶ τῆς πρὸς τὸν βασιλέα Γουνδαφόρον εἰσελεύσεως αὐτοῦ.