Ancient Greek · ~4 min
Section 152
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 152
Not analysed yet
Καί φησιν αὐτῷ· Σὺ μεθ᾽ ἡμῶν ἦς καὶ οὐδέ ποτε ἀπελείφθης ἡμῶν πρὸς ὥραν μίαν, καὶ ἐρωτᾷς ποίῳ συνεκλείσθημεν τρόπῳ; ἀλλ᾽ εἰ ἀκοῦσαι ποθεῖς, ἄκουσον. μεταπεμψάμενός με ὁ βασιλεὺς Μισδαῖος ἔλεγέν μοι ὅτι Οὐδέπω σου περιγέγονεν ὁ μάγος ἐκεῖνος, ἐπειδήπερ ὡς ἀκούω ἐλαίῳ καὶ ὕδατι καὶ ἄρτῳ τοὺς ἀνθρώπους μαγεύει, καὶ σὲ οὐδέπω ἐγοήτευσεν· ἀλλὰ πείσθητί μοι· ἐπεὶ σὲ μὲν ἐγκλείσας συντρίψω, ἐκεῖνον δὲ ἀπολέσω· οἶδα γὰρ ὅτι ἐὰν οὐδέπω σοι ἔλαιον καὶ ὕδωρ καὶ ἄρτον ἐπέδωκεν, περιγενέσθαι σου οὐκ ἴσχυσεν. Εἶπον δὲ πρὸς αὐτὸν ἐγώ· Τοῦ μὲν σώματός μου ἐξουσίαν ἔχεις, καὶ πᾶν ὅ τι βούλει πρᾶττε· τὴν δὲ ψυχήν μου οὐ συναπολέσω σοι. Ἀκούσας δὲ ταῦτα συνέκλεισέν με ἐν οἰκήματι· καὶ ὁ Χαρίσιος δὲ ἤνεγκεν τὴν Μυγδονίαν καὶ κατέτήριον. κλεισεν αὐτὴν σὺν ἐμοί. καὶ σὺ ἡμᾶς ἐξήγαγες καὶ μέχρι τῶν ὧδε παρέστησας. ἀλλὰ δὸς τάχιον τὴν σφραγῖδα ἡμῖν, ἵνα ἐκκοπῶσιν αἱ ἐλπίδες Μισδαίου τοιαῦτα βουλομένου.