Ancient Greek · ~3 min
Section 153
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 153
Not analysed yet
Ἀκούσας δὲ ταῦτα ὁ ἀπόστολος εἶπεν· Δόξα σοι πολύμορφε Ἰησοῦ, σοὶ δόξα ὁ φαινόμενος κατὰ τὴν μετρίαν ἡμῶν ἀνθρωπότητα· σοὶ δόξα ὁ παραθαρσύνων καὶ ἐνδυναμῶν ἡμᾶς καὶ χάριν ποιῶν καὶ παραμυθούμενος καὶ παριστάμενος ἡμῖν ἐπὶ πᾶσι τοῖς κινδύνοις καὶ ἐνδυναμῶν τὴν ἀσθένειαν ἡμῶν. Λέγοντος δὲ αὐτοῦ ταῦτα ἐλθὼν ὁ δεσμοφύλαξ εἶπεν· Ἀπόθεσθε τοὺς λύχνους, ἵνα μή τις ὑμᾶς τῷ βασιλεῖ διαβάλῃ. Καὶ τότε ἀποσβέσαντες τοὺς λύχνους εἰς ὕπνον ἐτράπησαν· ὁ δὲ ἀπόστολος τῷ κυρίῳ προσδιελέγετο· Καιρὸς λοιπόν ἐστιν Ἰησοῦ τῆς σῆς ταχυτῆτος· ἰδοὺ γὰρ οἱ τοῦ σκότους παῖδες ἐν τῷ αὐτῶν καθιοῦσι σκότει. σὺ οὖν ἐν φωτὶ τῆς φύσεως ὢν κατάλαμψον ἡμᾶς. Καὶ ἐξαίφνης τὸ δεσμωτήριον ὅλον ἔλαμψεν ὡς ἡ ἡμέρα. πάντων δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ καθευδόντων βαθεῖ ὕπνῳ μόνοι οἱ πεπιστευκότες τῷ κυρίῳ ἐγρηγορότες ἐτύγχανον.