Ancient Greek · ~4 min
Section 154
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 154
Not analysed yet
Λέγει οὖν ὁ Ἰούδας τῷ Οὐαζάνῃ· Πρόλαβε καὶ εὐτρέπισον ἡμῖν τὰ πρὸς τὴν χρείαν. Λέγει οὖν ὁ Οὐαζάνης· Καὶ τίς μοι τὰς θύρας ἀνοίξει τοῦ δεσμωτηρίου; κλείσαντες γὰρ ταύτας οἱ δεσμοφύλακες ἐκοιμήθησαν. Καὶ λέγει ὁ Ἰούδας· Πίστευσον τῷ Ἰησοῦ, καὶ εὑρήσεις τὰς θύρας ἀνεῳγμένας. Ὡς δὲ ἐξελθεῖν ἀπῄει αὐτῶν, οἱ λοιποὶ πάντες κατόπισθεν ἠκολούθουν αὐτῷ. προελθόντος δὲ τοῦ Οὐαζάνου συνήντησεν Μνησάρα ἡ γυνὴ αὐτοῦ ἐρχομένη εἰς τὸ δεσμωτήριον. καὶ ἐπιγνοῦσα αὐτὸν λέγει· Ἀδελφέ μου Οὐαζάνη, σὺ εἶ; Ὃ δὲ Ναί φησιν· σὺ δὲ Μνησάρα; Ἣ δὲ λέγει· Ναί. Ἔφη αὐτῇ Οὐαζάνης· Ποῦ βαδίζεις; μάλιστα καὶ κατὰ τοιαύτην ἀωρίαν; πῶς δὲ καὶ ἀναστῆναι ἠδυνήθης; Ἣ δὲ εἶπεν· Ὁ νεώτερος οὗτος τὴν χεῖρά μοι ἐπιθεὶς ἤγειρέν με, καὶ ὄναρ εἶδον ἵνα ἀπέλθω ὅπου ὁ ξένος κάθηται καὶ τελείως ὑγιάνω. Λέγει αὐτῇ ὁ Οὐαζάνης· Ποῖος νεώτερός ἐστιν παρὰ σοί; Ἣ δὲ ἔφη· Οὐχ ὁρᾷς τὸν ἐκ δεξιῶν μοι χειραγωγοῦντά με;