Ancient Greek · ~3 min
Section 155
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 155
Not analysed yet
Tαῦτα δὲ διαλεγομένων ἐκείνων Ἰούδας μετὰ Σιφόρου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῆς θυγατρὸς καὶ Τερτίας καὶ Μυγδονίας καὶ Μαρκίας ἦλθον εἰς τὴν Οὐαζάνου οἰκίαν. ἰδοῦσα δὲ Μνησάρα ἡ Οὐαζάνου γυνὴ προσεκύνησεν καὶ εἶπεν· Ἦλθες ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ δυσκόλου νοσήματος; σὺ εἶ ὃν εἶδον ἐν νυκτὶ παραδιδόντα μοι τὸν νεώτερον τοῦτον ἀγαγεῖν με εἰς τὸ δεσμωτήριον. ἀλλ᾽ οὐκ εἴασεν ἡ χρηστότης σου καμεῖν με, σὺ δὲ αὐτὸς ἦλθες πρός με. Εἰποῦσα δὲ ταῦτα καὶ εἰς τὰ ὀπίσω ἐπιστραφεῖσα οὐκέτι εἶδεν τὸν νεώτερον. καὶ μὴ εὑροῦσα λέγει πρὸς τὸν ἀπόστολον· Οὐ δύναμαι μόνη βαδίσαι· ὁ γὰρ νεώτερος οὐ πάρεστιν ὃν παρέδωκάς μοι. Καὶ ὁ Ἰούδας εἶπεν· Ἰησοῦς τὸ λοιπόν σε χειραγωγήσει. Μετὰ ταῦτα ἤρχετο πρὸς αὐτὸν δρόμῳ χρωμένη. ὡς δὲ εἰσῆλθον εἰς τὴν οἰκίαν Οὐαζάνου υἱοῦ Μισδαίου τοῦ βασιλέως, ἔτι νυκτὸς οὔσης φῶς αὐτοῖς πολὺ περικεχυμένον ἔφαινεν.