Ancient Greek · ~3 min
Section 17
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 17
Not analysed yet
Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος εἰς τὰς πόλεις τῆς Ἰνδίας μετὰ Ἀββάνη τοῦ ἐμπόρου, ἀπῆλθεν ὁ Ἀββάνης εἰς ἀσπασμὸν Γουνδαφόρου τοῦ βασιλέως, προσανήνεγκεν δὲ αὐτῷ περὶ τοῦ τέκτονος ὃν μετ᾽ αὐτοῦ ἤγαγεν. ἐχάρη δὲ ὁ βασιλεὺς καὶ πρὸς αὐτὸν εἰσελθεῖν αὐτὸν προσέταξεν. εἰσελθόντος οὖν αὐτοῦ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ποίαν τέχνην ἐπίστασαι; Λέγει αὐτῷ ὁ ἀπόστολος· Τὴν τεκτονικὴν καὶ τὴν οἰκοδομικήν. Λέγει αὐτῷ ὁ βασιλεύς· Τίνα οὖν οἶδας ἐν ξύλοις ἐργασίαν, καὶ τίνα ἐν λίθοις; Λέγει ὁ ἀπόστολος· Ἐν μὲν ξύλοις ἄροτρα ζυγοὺς τρυτάνας τροχιλέας καὶ πλοῖα καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας ναοὺς καὶ πραιτώρια βασιλικά. Καὶ ὁ βασιλεὺς εἶπεν· Οἰκοδομεῖς μοι παλάτιον; Ὃ δὲ ἀπεκρίθη· Ναί, οἰκοδομῶ καὶ τελίσκω· διὰ τοῦτο γὰρ ἦλθον, οἰκοδομῆσαι καὶ τεκτονεῦσαι.