Ancient Greek · ~1 min
Section 161
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 161
Not analysed yet
Ταῦτα τελέσαντος τοῦ ἀποστόλου εἰσῄεσαν εἰς τὸν οῖκον· εἶπεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὁ σωτὴρ ἡμῶν ὁ πολλὰ παθὼν δι᾽ ἡμᾶς, γινέσθωσαν αἱ θύραι αὗται ὥσπερ ἦσαν, καὶσφραγῖδες ἐπιτιθῶσιν αὐταῖς. Καὶ καταλείψας αὐτὰς ἀπῄει ἐπὶ τὸ ἐγκλεισθῆναι· αὐταὶ δὲ ἀθυμοῦσαι ἔκλαιον, μὴ εἰδυῖαι ὅτι Μισδαῖος ἀπολύει αὐτόν.