Ancient Greek
Section 167
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 167
Not analysed yet
Εἶπεν δὲ τῷ Ἰουζάνῃ τῷ υἱῷ τοῦ βασιλέως Μισδαίου, διακόνῳ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Δὸς τοῖς ὑπηρέταις τοῦ Μισδαίου οὗ εἰσιν ἄξιοι ἵνα μοι συγχωρήσωσιν ἀπελθεῖν καὶ εὔξασθαι. Ὁ δὲ Ἰουζάνης ἔπεισεν τοὺς στρατιώτας ἵνα ἀφήσωσιν αὐτὸν προσεύξασθαι· ὁ δὲ μακάριος Θωμᾶςἀπῄει ἐπὶ τὸ εὔξασθαι, καὶ θεὶς τὰ γόνατα καὶ ἀναστὰς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν ταῦτα·