Ancient Greek · ~1 min
Section 168
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 168
Not analysed yet
Καὶ ταῦτα εὐξαμένου εἶπεν τοῖς στρατιώταις· Δεῦτε, τελέσατε τὰς ἐντολὰς τοῦ πέμψαντος ὑμᾶς. Καὶ ἐλθόντες οἱ τέσσαρες ἔνυξαν αὐτὸν τοῖς δόρασιν· καὶ πεσὼν ἐτελεύτα. οἱ δὲ ἀδελφοὶ πάντες ἔκλαιον. ἤνεγκαν οὖν ἐνδύματα κάλλιστα καὶὀθόνην πάνυ πολλὴν καὶ καλήν, καὶ ἔθαψαν αὐτὸν ἐν μνημείῳ βασιλικῷ ἐν ᾧ οἱ βασιλεῖς οἱ πρῶτοι ἐτέθησαν.