Ancient Greek · ~6 min
Section 18
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 18
Not analysed yet
Καὶ παραλαβὼν αὐτὸν ὁ βασιλεὺς ἐξῆλθεν ἔξω τῶν πυλῶν τῆς πόλεως, καὶ ἤρξατο διαλέγεσθαι αὐτῷ ἐν τῇ ὀδῷ περὶ τῆς οἰκοδομῆς τοῦ πραιτωρίου καὶ περὶ τῶν θεμελίων τὸ πῶς τεθῶσιν, ἕως ὅτε ἦλθον εἰς τὸν τόπον ἐκεῖνον ἐν ᾧ ἐβούλετο τὴν οἰκοδομὴν γενέσθαι· καὶ εἶπεν· Ὧδε βούλομαι τὴν οἰκοδομὴν γενέσθαι. Καὶ ὁ ἀπόστολος Ναί φησιν· καὶ γὰρ ὁ τόπος οὗτος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἧν δὲ ὁ τόπος ἀλσώδης, καὶ ὕδατα πολλὰ ἦν ἐκεῖ. λέγει οὖν ὁ βασιλεύς· Ἄρξαι κτίζειν. Ὃ δὲ ἔφη· Νῦν οὐ δύναμαι ἄρξασθαι κτίζειν ἐν τῷ καιρῷ τούτῳ. Καὶ ὁ βασιλεὺς Πότε φησὶν δύνῃ; Ὃ δὲ ἔφη· Ἄρχομαι ἀπὸ δίου καὶ τελίσκω ξανθικῷ. Ὁ δὲ βασιλεὺς θαυμάσας εἶπεν· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ αὐτῷ τῷ χειμῶνι δύνασαι οἰκοδομῆσαι καὶ κτίσαι παλάτιον; Καὶ ὁ ἀπόστολος εἶπεν· Οὕτως ὀφείλει γενέσθαι, καὶ ἄλλως οὐκ ἔχει. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοίνυν τοῦτο ἔδοξέν σοι, διαχάραξόν μοι πῶς γίνεται τὸ ἔργον, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Καὶ ὁ ἀπόστολος κάλαμον λαβὼν διεχάρασσεν μετρῶν τὸν τόπον, καὶ τὰς μὲν θύρας ἔτασσεν κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου βλέπειν πρὸς τὸ φῶς, τὰς δὲ θυρίδας κατὰ δύσιν πρὸς τοὺς ἀνέμους, τὸ δὲ ἀρτοποιεῖον πρὸς μεσημβρίαν ἐποίησεν εἶναι, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος τὸν εἰς τὴν ὑπηρεσίαν εἰς τὸ ἀρκτῷον. ὁ δὲ βασιλεὺς ἰδὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς τεχνίτης εἶ, καὶ πρέπει σοιβασιλεῦσιν ἐξυπηρετεῖν. Καὶ πολλὰ αὐτῷ καταλείψας ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.