Ancient Greek · ~5 min
Section 19
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 19
Not analysed yet
Καὶ κατὰ καιρὸν ἀπέστελλεν ἀργύρια καὶ τὰ ἐπιτήδεια, τά τε πρὸς τὴν ζωὴν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἐργατῶν. ὃ δὲ λαμβάνων πάντα οἰκονόμει περιερχόμενος τὰ ἄστη καὶ τα πέριξ χωρία, διαδίδων καὶ εὐσεβείας παρέχων τοῖς πένησιν καὶ τεθλιμμένοις, καὶ ἄνεσιν παρεῖχεν αὐτοῖς, λέγων· Οἶδεν ὁ βασιλεὺς βασιλικῶν τεύξασθαι ἀμοιβῶν, πένητας δὲ πρὸς τὸ παρὸν ἀναπαύεσθαι χρή. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς πρὸς τὸνἀπόστολον ἀπέστειλεν πρεσβευτήν, γράψας αὐτῷ τάδε· Σήμανόν μοι τί πεποίηκας, ἣ τίνα σοι ἀποστείλω, ἢ τίνος χρήζεις. Ἀποστέλλει αὐτῷ ὁ ἀπόστολος λέγων ὅτι Τὸ πραιτώριον ἔκτισται, μόνη δὲ ἡ στέγη περιλείπεται. Ὁ δὲ βασιλεὺς ἀκούσας ἔπεμψεν αὐτῷ πάλιν χρυσίον καὶ ἄσημον, γράψας αὐτῷ ὅτι Τὸ πραιτώριον εἴ γε γέγονεν στεγασθήτω. Ὁ δὲ ἀπόστολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε κατὰ πάντα, ὅτι ἀπέθανες πρὸς ὀλίγον ἵνα ἐγὼ ζήσω ἀιδίως ἐν σοί, καὶ πέπρακάς με ἵνα πολλοὺς ἐλευθερώσῃς δι᾽ ἐμοῦ. Καὶ οὐκ ἐπαύετο τοῦ διδάσκειν καὶ ἀναψύχειν τοὺς τεθλιμμένους, λέγωνὅτι Ταῦτα ὁ κύριος οἰκονόμησεν ὑμῖν, καὶ αὐτὸς παρέχει ἑκάστῳ τὴν τροφήν· αὐτὸς γάρ ἐστιν ὁ τροφεὺς τῶν ὀρφανῶν καὶ οἰκονόμος τῶν χηρῶν, καὶ πᾶσι τοῖς τεθλιμμένοις αὐτὸς γίνεται ἄνεσις καὶ ἀνάπαυσις.