Ancient Greek · ~4 min
Section 20
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 20
Not analysed yet
Ὅτε δὲ παρεγένετο ὁ βασιλεὺς εἰς τὴν πόλιν, ἐξήταζεν τοὺς φίλους αὐτοῦ περὶ τοῦ πραιτωρίου οὗ ἔκτιζεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς· ἔλεγον δὲ αὐτῷ ὅτι Οὔτε παλάτιον ἔκτισεν οὔτε ἄλλο τι ἐποίησεν ὧν ἐπηγγείλατο ποιῆσαι, ἀλλὰ περιέρχεται τὰς πόλεις καὶ τὰς χώρας, καὶ εἴ τι ἔχει πάντα δίδωσι τοῖς πένησι, καὶ διδάσκει θεὸν νέον ἕνα, καὶ νοσοῦντας θεραπεύεικαὶ δαίμονας ἀπελαύνει καὶ ἄλλα πολλὰ ποιεῖ παράδδοξα· καὶ νομίζομεν ἡμεῖς ὅτι μάγος ἐστίν. ἀλλ᾽ αἱ εὐσπλαγχνίαι αὐτοῦ καὶ αἱ ἰάσεις αἰ δωρεὰν ἐξ αὐτοῦ γινόμεναι, ἔτι δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἐπιεικὲς καὶ τὸ τῆς πίστεως αὐτοῦ σημαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ τοῦ νέου ὃν αὐτὸς καταγγέλλει· συνεχῶς γὰρ νηστεύει καὶ εὔχεται, καὶ ἄρτον ἐσθίει μόνον μετὰ ἅλατος, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ, καὶ φορεῖ ἓν ἱμάτιον εἴτε ἐν εὐδίᾳ εἴτε ἐν χειμῶνι, καὶ οὐδὲν παρά τινος λαμβάνει, καὶ ἃ ἔχει ἄλλοις δίδωσιν. ̓Ταῦτα ἀκούσαςὁ βασιλεὺς ταῖς χερσὶν αὑτοῦ τὴν ὄψιν προσέτριψεν, τὴν κεφαλὴν αὐτοῦ κινῶν ἐπὶ ὥραν πολλήν.