Ancient Greek · ~4 min
Section 3
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 3
Not analysed yet
Τῇ δὲ ἑξῆς ὄρθρου εὐξάμενος καὶ δεηθεὶς τοῦ κυρίου εἶπεν ὁ ἀπόστολος· Πορεύομαι ὅπου βούλει κύριε Ἰησοῦ· τὸ θέληματὸ σὸν γενέσθω. Ἀπῆλθεν δὲ πρὸς Ἀββάνην τὸν ἔμπορον μηδὲν ὅλως τι μεθ᾽ ἑαυτοῦ κομισάμενος ἀλλ᾽ ἢ τὸ τίμημα αὐτοῦ μόνον. δεδώκει γὰρ αὐτῷ ὁ κύριος λέγων· Ἥτω μετὰ σοῦ καὶ ἡ τιμή σου μετὰ τῆς χάριτός μου ὅπου ἂν ἀπέρχῃ. Κατέλαβεν δὲ ὁ ἀπόστολος τὸν Ἀββάνην ἴσως τὰ σκεύη αὐτοῦ ἀναφέροντα εἰς τὸ πλοῖον· ἤρξατο οὖν καὶ αὐτὸς συναναφέρειν αὐτῷ. ἐμβάντων δὲ αὐτῶν εἰς τὸ πλοῖον καὶ καθεσθέντων ἐξήταζεν ὁ Ἀββάνης τὸν ἀπόστολον λέγων· Ποίαν ἐργασίαν οἶδας; Ὃ δὲ ἔφη· Ἐν μὲν ξύλοις ἄροτρα καὶ ζυγοὺς καὶ τρυτάνας καὶ πλοῖα καὶ κώπας πλοίων καὶ ἱστοὺς καὶ τροχίσκους, ἐν δὲ λίθοις στήλας τε καὶ ναοὺς καὶ πραιτώρια βασιλικά. Εἶπεν δὲ αὐτῷ ὁ Ἁββάνης ὁ ἔμπορος· Τοιούτου γὰρ καὶ χρείαν ἔχομεν τεχνίτου. Ἤρξαντο οὖν καταπλέειν· ἔσχον δὲ ἐπιτήδειον ἄνεμον, καὶ προθύμως ἔπλεον ἕως ὅτε κατήντησαν εἰς Ἀνδράπολιν, πόλιν βασιλικήν.