Ancient Greek · ~6 min
Section 21
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 21
Not analysed yet
Καὶ μετεπέμψατο τὸν ἔμπορον τὸν ἀγαγόντα αὐτὸν καὶ τὸν ἀπόστολον, καὶ εἶπεν αὐτῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Ὃ δὲ ἔφη· Ναί, ἔκτισα. Ὁ δὲ βασιλεὺς εἶπεν· Πότε οὖν ὑπάγομεν καὶ βλέπομεν αὐτό; Ὃ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ᾽ ὅταν τοῦ βίου τούτου ἐξέλθῃς βλέπεις αὐτό. Ὁ δὲ βασιλεὺς πάνυ ὀργισθεὶς ἐκέλευσεν ὑπὸδεσμὸν γενέσθαι τὸν τε ἔμπορον καὶ Ἰούδαν τὸν καὶ Θωμᾶν καὶ εἰς φυλακὴν βληθῆναι, ἕως ἂν ἀνακρίνας μάθῃ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως αὐτὸν ἀπολέσῃ μετὰ τοῦ ἐμπόρου. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔλεγεν τῷ ἐμπόρῳ· Μὴ φοβοῦ μηδέν, ἀλλὰ μόνον πίστευσον τῷ δι᾽ ἐμοῦ κηρυσσομένῳ θεῷ, καὶ ἀπὸ μὲν τούτου τοῦ κόσμου ἐλευθερωθήσῃ, ἀπὸ δὲ τοῦ μέλλοντος αἰῶνος ζωὴν κομίσῃ. Ὁ δὲ βασιλεὺς ἐσκέπτετο ποίῳ θανάτῳ αὐτοὺς ἀναλώσῃ. ὡς δὲ ἔδοξεν πυρὶ αὐτοὺς καῦσαι ἐκδεδαρμένους, αὐτῇ τῇ νυκτὶ Γαδ ὁ τοῦ βασιλέως ἀδελφὸς ἐκακοῦτο, καὶ διὰ τὴν λύπην καὶ ἐπίθεσιν ἣν ὁ βασιλεὺς ἔπαθεν ἐβαρήθη σφόδρα· καὶ μεταπεμψάμενος τὸν βασιλέα |εἶπεν αὐτῷ· Ἀδελφὲ βασιλεῦ, τὸν οἶκόν μου καὶ τὰ τέκνα μου παρατίθημί σοι· ἐγὼ γὰρ διὰ τὴν ἐπήρειαν τὴν συμβᾶσάν σοι ἐλυπήθην καὶ ἰδοὺ ἀποθνῄσκω, καὶ ἐὰν μὴ ἐπέλθῃς τῇ τιμωρίᾳ κατὰ τῆς κεφαλῆς ἐκείνου τοῦ μάγου, οὐκ ἀναπαύσεις μου τὴν ψυχὴν εἰς ἅδου. Ὁ δὲ βασιλεὺς τῷ ἑαυτοῦ ἀδελφῷ εἶπεν· Δι᾽ ὅλης τῆς νυκτὸς τοῦτο ἐσκεπτόμην, τὸ πῶς αὐτὸν θανατώσω· τοῦτο δὲ ἔδοξέν μοι, ἐν πυρὶ αὐτὸν κατακαῦσαι ἐκδαρέντα, καὶ αὐτὸν καὶ τὸν ἔμπορον μετ᾽ αὐτοῦ τὸν ἀγαγόντα αὐτόν.