Ancient Greek · ~4 min
Section 22
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 22
Not analysed yet
Καὶ ὡς ὡμίλουν, ἐξῆλθεν ἡ ψυχὴ Γὰδ τοῦ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐπένθει τὸν Γὰδ σφόδρα, πάνυ γὰρ ἠγάπα αὐτόν, καὶ προσέταξεν εἰς βασιλικὴν ἐσθῆτα καὶ πολύτιμον κηδευθῆναι αὐτόν. τούτων δὲ γενομένων τὴν ψυχὴν Γὰδ τοῦ ἀδελφοῦ τοῦ βασιλέως ἄγγελοι παραλαβόντες εἰς τὸν οὐρανὸν ἀνήγαγον, ὑποδεικνύοντες αὐτῷ τοὺς ἐκεῖ τόπους καὶ οἰκήσεις, ἐξετάζοντες αὐτόν· Εἰς ποῖον τόπον βούλει οἰκῆσαι; Ὅτε δὲ ἤγγισαν εἰς τὴν οἰκοδομὴν Θωμᾶ τοῦ ἀποστόλου, ἢν ἔκτισεν τῷ βασιλεῖ, ἰδὼν αὐτὴν ὁ Γὰδ εἶπεν τοῖς ἀγγέλοις· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἕνα τῶν κατώγεων οἴκων τούτων συγχωρήσατέ μοι οἰκῆσαι. Οἳ δὲ ἔφησαν αὐτῷ· Οὐδύνασαι οἰκῆσαι ἐν ταύτῃ τῇ οἰκοδομῇ. Ὃ δὲ εἶπεν· Διὰ τί: Λέγουσιν αὐτῷ· Τοῦτο τὸ παλάτιον ἐκεῖνό ἐστιν ὃ οἰκοδόμησεν ὁ χριστιανὸς ἐκεῖνος τῷ ἀδελφῷ σου. Ὃ δὲ εἶπεν· Δέομαι ὑμῶν κύριοί μου, συγχωρήσατέ μοι ἀπελθεῖν πρὸς τὸν ἀδελφόν μου, ἵνα ἀγοράσω παρ᾽ αὐτοῦ τὸ παλάτιον τοῦτο· οὐ γὰρ οἶδεν ὁ ἀδελφός μου ὁποῖόν ἐστιν, καὶ πιπράσκει μοι αὐτός.