Ancient Greek · ~6 min
Section 23
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 23
Not analysed yet
Τότε οἱ ἄγγελοι ἀφῆκαν τὴν ψυχὴν τοῦ Γάδ· καὶ ἐν τῷ ἐνδύειν αὐτοὺς αὐτὸν τὴν ἐντάφιον στολὴν ἐπεισῆλθεν αὐτῷ ἡ ψυχὴ αὐτοῦ· καὶ ἔλεγεν τοῖς περὶ αὐτὸν ἑστῶσιν· Καλέσατέ μοι τὸν ἀδελφὸν μου, ἵνα αἰτήσωμαι παρ᾽ αὐτοῦ μίαν αἴτησιν. Εὐθέως οὖν εὐηγγελίσαντο τῷ βασιλεῖ αὐτῶν λέγοντεςὅτι Ὁ ἀδελφός σου ἀνέζησεν. Ὁ δὲ βασιλεὺς ἐκπηδήσας σὺν πλήθει πολλῷ ἤρχετο πρὸς τὸν ἴδιον ἀδελφόν, καὶ εἰσελθὼν ἔστη πρὸς τὴν κλίνην αὐτοῦ ὥσπερ ἔκπληκτος ,μὴ δυνάμενος λαλῆσαι αὐτῷ. εἶπεν δέ ὁ ἀδελφὸς αὐτοῦ· Οἶδα καὶ πέπεισμαι ἀδελφὲ ὅτι εἴ τις ᾔτησέν σε τὸ ἥμισυ τῆς βασιλείας σου, δέδωκας ἂν ὑπὲρ ἐμοῦ· διὸ ἀξιῶ σε παρασχεῖν μοι χάριτα μίαν ἥν αἰτοῦμαί σε ἵνα πωλήσῃς μοι ὃ αἰτοῦμαι παρὰ σοῦ. Ὁ δὲ βασιλεὺς ἀποκριθεὶς εἶπεν· Καὶ τί ἐστιν ὃ αἰτεῖς με πωλῆσαί σοι; Ὃ δὲ ἔφη· Ὅρκῳ με πεῖσον ὅτι μοι παρέχεις. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς ὅτι Ἓν τῶν ὑπαρχόντων μοι εἴ τι ἐὰν αἰτήσῃ δίδωμίσοι. Καὶ λέγει αὐτῷ· Τὸ παλάτιον ἐκεῖνο τὸ ἐν τοῖς οὐρανοῖς ἔχεις πώλησόν μοι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρχει; Ὃ δὲ ἔφη· Ἐκεῖνο ὃ οἰκοδόμησέν σοι ἐκεῖνος ὁ χριστιανὸς ὁ ὣν νῦν ἐν τῷ δεσμω5 τηρίῳ, ὃν ἤγαγέν σοι ὁ ἔμπορος ἀγοράσας παρὰ Ἰησοῦ τινος· τὸν δοῦλον λέγω ἐκεῖνον τὸν Ἑβραῖον, ὃν ἐβούλου κολάσαι ὡς ἐπίθεσίν τινα παρ᾽ αὐτοῦ παθών, ἐφ᾽ ὃν κἀγὼ λυπηθεὶς ἀπέθανον καὶ ἀνέζησα νῦν.