Ancient Greek · ~5 min
Section 4
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 4
Not analysed yet
Ἐξελθόντες δὲ ἀπὸ τοῦ πλοίου εἰσῄεσαν εἰς τὴν πόλιν. καὶ ἰδοὺ φωναὶ αὐλητῶν καὶ ὑδραύλεων καὶ σάλπιγγες περιηχοῦσαι αὐτούς· ἐξήταζεν δὲ ὁ ἀπόστολος λέγων· Τίς ἐστιν αὕτη ἡ ἑορτὴ ἡ ἐν τῇ πόλει ταύτῃ; Ἔλεγον δὲ αὐτῷ οἱ ἐκεῖ ὅτιΚαὶ σὲ οἱ θεοὶ ἤγαγον ἵνα εὐωχηθῇς ἐν τῇ πόλει ταύτῃ. ὁ γὰρ βασιλεὺς θυγατέρα μονογενῆ ἔχει, καὶ νῦν αὐτὴν ἐκδίδωσιν ἀνδρὶ πρὸς γάμον· τῶν οὖν γάμων ἡ χαρὰ καὶ ἡ πανήγυρίς ἐστιν αὕτη σήμερον ἣν εἶδες ἑορτήν. ὁ δὲ βασιλεὺς κήρυκας ἀπέστειλεν κηρύξαι πανταχοῦ πάντας παρατυχεῖν εἰς τοὺς γάμους, πλουσίους τε καὶ πένητας, δούλους τε καὶ ἐλευθέρους, ξένους τε καὶ πολίτας· εἴ τις δὲ παραιτήσηται καὶ μὴ παρατύχῃ εἰς τοὺς γάμους, ὑπεύθυνος ἔσται τῷ βασιλεῖ. Ἀββάνης δὲ ἀκούσας εἶπεν τῷ ἀποστόλῳ· Ἀπέλθωμεν οὖν καὶ ἡμεῖς, ἵνα μὴ προσκρούσωμεν τῷ βασιλεῖ, καὶ μάλιστα ξένοι ὄντες. Ὃ δὲ εἶπεν· Ἀπέλθωμεν. Καταλύσαντες δὲ ἐν τῷ ξενοδοχείῳ καὶ ὀλίγον ἀναπαέντες ἀπῆλθον εἰς τοὺς γάμους. καὶἰδὼν ὁ ἀπόστολος ἀνακεκλιμένους πάντας ἀνεκλίθη καὶ αὐτὸς ἐν τῷ μέσῳ· ἀπέβλεπον δὲ εἰς αὐτὸν πάντες ὡς |εἰς ξένον καὶ ἐξ ἀλλοδαπῆς ἐλθόντα γῆς· Ἀββάνης δὲ ὁ ἔμπορος ὡς ἅτε δεσπότης εἰς ἄλλον τόπον ἀνεκλίθη.