Ancient Greek · ~3 min
Section 35
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 35
Not analysed yet
Ὁ δὲ ἀπόστολος ἀπεκρίθη αὐτῷ λέγων· Ἐὰν τούτων ἀπαλλαγῇς ὧν τὴν γνῶσιν ἐδέξω, ὥσπερ καὶ εἶπας, καὶ γνῷς τίς ἐστιν ὁ ταῦτα διαπραξάμενος ἐν σοί, καὶ μάθῃς, καὶ κατήκοος γενήσῃ ἐκείνου, οὗ νῦν διὰ τῆς ζεούσης σου ἀγάπης ἐπιζητεῖς, καὶ ὄψῃ αὐτὸν καὶ σὺν αὐτῷ ἔσῃ εἰς τὸν αἰῶνα, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ ἀναπαήσῃ καὶ ἔσῃ ἐν τῇ χαρᾷ αὐτοῦ. ἐὰν δὲ ῥᾳθυμότερον διατεθῇς πρὸς αὐτὸν καὶ πάλιν ἐπιστραφῇς πρὸς τὰς προτέρας σου πράξεις, καὶ ἐάσῃς τὸ κάλλος καὶ τὸ φαιδρὸν ἐκεῖνο πρόσωπον τὸ νῦν ὑποδειχθέν σοι, καὶ τὸ ἀπαύγασμα τοῦ φωτὸς αὐτοῦ, οὗ νῦν ἐπιθυμεῖς, διαλάθῃς, οὐ μόνον τῆς ζωῆς ταύτης στερίσκῃ ἀλλὰ καὶ τῆς μελλούσης, καὶ ἀπελεύσῃ πρὸς ἐκεῖνον ὃν ἔλεγες ἀπολωλεκέναι, καὶ οὐκέτι θεάσῃ ἐκεῖνον ὃν ἔλεγες εὑρηκέναι.