Ancient Greek · ~8 min
Section 36
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 36
Not analysed yet
Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἤρχετο εἰς τὴν πόλιν κατέχων τὴν χεῖρα ἐκείνου τοῦ νέου καὶ λέγων αὐτῷ· Ταῦτα ἅπερ ἐθεάσω τέκνον ὀλίγα ἐστὶν ἀπὸ τῶν πολλῶν ὧν ὁ θεὸς ἔχει· οὐ γὰρ περὶ τούτων τῶν φαινομένων εὐαγγελίζεται ἡμῖν, ἀλλὰ μείζονα τούτων ἐπαγγέλλεται ἡμῖν· ἐφ᾽ ὅσον δὲ ἐν σώματί ἐσμεν, οὐ δυνάμεθα λέξαι καὶ ἐκφᾶναι ἃ μέλλει ταῖς ψυχαῖς ἡμῶν διδόναι. ἐὰν εἴπωμεν ὅτι φῶς ἡμῖν παρέχεις, τοῦτο τὸ ὁρώμενόν ἐστιν καὶ ἔχομεν αὐτό· ἐὰν δὲ καὶ πλοῦτον, ὃς ἔστιν καὶ φαίνεται ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὀνομάζομεν αὐτὸν καὶ οὐ χρῄζομεν αὐτοῦ, ἐπειδὴ εἴρηται ὅτι Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Εἰ δὲ καὶ ἀμπεχόνην ἐσθῆτος εἴπωμεν, ἥν οἱ τρυφῶντες ἐν τῷ βίῳ τούτῳ ἀμφιέννυνται, ὠνόμασται, καὶ εἴρηται ὅτι Οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· Εἰ δὲ καὶ δεῖπνα πολυτελῆ, περὶ τούτων ἐντολὴν εἰλήφαμεν προσέχειν ἀπ᾽ αὐτῶν, μὴ βαρηθῆναι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, λέγων ἃ ἔστιν, καὶ εἴρηται· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε, ὅτι ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος· Ἐὰν δὲ καὶ ἀνάπαυσιν τὴν πρόσκαιρον ταύτην εἴπωμεν, κρίσις καὶ ταύτης ὥρισται. ἀλλὰ λέγομεν περὶ τὸν ἄνω κόσμον, περὶθεοῦ καὶ ἀγγέλων, περὶ ἐγρηγόρων καὶ ἀγίων, περὶ τῆς ἀμβροσιώδους τροφῆς καὶ τοῦ ποτοῦ τῆς ἀμπέλου τῆς ἀληθινῆς, περὶ ἐνδυμάτων παραμόνων καὶ μὴ παλαιουμένων, περὶ ὧν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἁμαρτωλῶν ἀνέβη, ἃ ὁ θεὸς ἡτοίμασεν τοῖς ἀγαπῶσιν αὐτόν. περὶ τούτων διαλεγόμεθα καὶ περὶ τούτων εὐαγγελιζόμεθα. πίστευσον οὖν αὐτῷ καὶ σύ, ἵνα ζήσῃς, καὶ εἰς αὐτὸν ἔχε τὴν πεποίθησιν, καὶ οὐ μὴ ἀποθάνῃς. οὐδὲ γὰρ δώροις πείθεται ἵνα αὐτῷ προσενέγκῃς, οὐδὲ θυσιῶν ἐπιδέεται ἵνα αὐτῷ θύσῃς. ἀλλ᾽ ἄπιδε πρὸς αὐτόν, καὶ οὐ παραβλέψει σέ· καὶ πρὸς αὐτὸν ἐπίστρεψον καὶ οὐ καταλείψει σε. ἡ γὰρ τούτου εὐπρέπεια καὶ τὸ κάλλος κατεπιθύμιόν σε ποιήσει ἵνα αὐτὸν ἀγαπήσῃς· ἀλλὰ οὔτε συγχωρεῖ σοι ἀποστραφῆναι σεαυτόν.