Ancient Greek · ~6 min
Section 37
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 37
Not analysed yet
Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου τῷ νέῳ ἐκείνῳ πολὺς ὄχλος προσετίθετο. ἀπιδὼν δὲ ὁ ἀπόστολος εἶδεν αὐτοὺς ἐπαίροντας ἑαυτοὺς ἵνα αὐτὸν ἴδωσιν, καὶ εἰς ὑψηλοὺς τόπους ἀνήρχοντο, καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἀπόστολος· Ἄνδρες οἱ ἐλθόντες εἰς τὸ συνέδριον τοῦ Χριστοῦ καὶ θέλοντες εἰς τὸν Ἰησοῦν πιστεῦσαι, ἀπὸ τούτου τύπον λάβετε, καὶ ἴδετε ὅτι ἐὰν μὴ ὑψωθῆτε ἐμὲ τὸν μικρὸν θεάσασθαι οὐ δύνασθε, καὶ ὅμοιον ὄντα με ὑμῶν κατοπτεῦσαι οὐ δύνασθε· εἰ οὖν ἐμὲ τὸν ὑμῖν ὅμοιον ὄντα οὐ δύνασθε ἰδεῖν ἐὰν μὴ ἐπάρητε ἑαυτοὺς ὀλίγονἐκ τῆς γῆς, ἐκεῖνον τὸν ἐν ὕψει διατρίβοντα καὶ νῦν ἐν βάθει εὑρισκόμενον πῶς δύνασθε ἰδεῖν εἰ μὴ πρότερον ἐπάρητε ἑαυτοὺς ἐκ τῆς προτέρας πολιτείας ὑμῶν καὶ τῶν πράξεων τῶν ἀνωφελῶν καὶ τῶν ἐπιθυμιῶν τῶν μὴ παραμενουσῶν καὶ τοῦ πλούτου τοῦ ἐνθάδε καταλιμπανομένου καὶ τῆς κτήσεως τῆς ἐκ τῆς γῆς παλαιουμένης καὶ τῶν ἐνδυμάτων τῶν φθειρομένων καὶ τοῦ κάλλους τοῦ γηρῶντος καὶ ἀφανιζομένου, ἔτι δὲ καὶ τοῦ σώματος ὅλου ἐν ᾧ ταῦτα πάντα ἀποτεταμίευται, καὶ παλαιούμενον κόνις γίνεται, ὑποστρέφον εἰς τὴν ἑαυτοῦ φύσιν· πάντα γὰρ ταῦτα αὐτὸ τὸ σῶμα ὑπορθοῖ. ἀλλὰ μᾶλλον πιστεύσατε εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃν κηρύσσομεν ἡμεῖς, ἵνα ἡ ἐλπὶς ὑμῶν εἰς αὐτὸν ἔσται καὶ ἐν αὐτῷ τὴν ζωὴν ἔχητε εἰς αἰῶνας αἰώνων, ἵνα αὐτὸς ὑμῖν συνοδοιπόρος γένηται ἐν ταύτῃ τῇ χώρᾳ τῆς πλάνης, καὶ λιμὴν ὑμῖν γένηται εἰς ταύτην τὴν θορυβώδη θάλασσαν. ἔσται δὲ ὑμῖν καὶ πηγὴ βρύουσα ἐν ταύτῃ τῇ χώρᾳ τῇ διψαλέᾳ, καὶ σηκὸς πλήρης βρώσεως ἐν τῷ τῶν πεινώντων τόπῳ, καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ὑμῶν, ἰατρὸς δὲ καὶ τῶν σωμάτων.