Ancient Greek · ~5 min
Section 5
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 5
Not analysed yet
Δειπνησάντων δὲ αὐτῶν καὶ πιόντων ὁ ἀπόστολος οὐδενὸς ἐγεύσατο· οἱ οὖν περὶ αὐτὸν ὄντες ἔλεγον αὐτῷ· Τί ἦλθες ἐνθάδε μήτε ἐσθίων μήτε πίνων; Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς λέγων· Διὰ μεῖζόν τι τῆς βρώσεως ἣ καὶ τοῦ πότου ἦλθον ἐνθάδε, καὶ ἵνα τὸ θέλημα τοῦ βασιλέως τελέσω. οἱ γὰρ κήρυκες τὰ τοῦ βασιλέως κηρύσσουσιν, καὶ ὃς ἂν μὴ ἀκούσῃτῶν κηρύκων ὑπόδικος ἔσται τῇ τοῦ βασιλέως κρίσει. Δειπνησάντων οὖν αὐτῶν καὶ πιόντων, καὶ στεφάνων καὶ μύρων προσενεχθέντων, λαβόντες μύρον ἕκαστος, ὃς μὲν τὴν ὄψιν αὐτοῦ κατήλειφεν, ὃς δὲ τὸ γένειον, ὃς δὲ καὶ ἄλλους τόπους τοῦ σώματος αὐτοῦ· ὁ δὲ ἀπόστολος τὴν κορυφὴν ἤλειψεν τῆς ἑαυτοῦ κεφαλῆς, καὶ ὀλίγον τι εἰς τοὺς μυκτῆρας ἐπέχρισεν ἑαυτοῦ, κατέσταξεν δὲ καὶ εἰς τὰς ἀκοὰς τὰς ἑαυτοῦ, προσῆπτε δὲ καὶ τοῖς ὀδοῦσιν |αὐτοῦ, καὶ τὰ περὶ τὴν καρδίαν αὐτοῦ συνέχρισεν ἐπιμελῶς· καὶ τὸν στέφανον δὲ τὸν προσενεχθέντα αὐτῷ ἐκ μυρσίνης καὶ ἄλλων ἀνθέων πεπλεγμένον λαβὼν ἐπέθετο τῇ ἑαυτοῦ κεφαλῇ, κλάδον δὲ καλάμου ἔλαβεν ἐντῇ χειρὶ αὐτοῦ καὶ κατεῖχεν. ἡ δὲ αὐλήτρια κατέχουσα ἐν τῇ χειρὶ αὐτῆς τοὺς αὐλοὺς περιήρχετο πάντας καὶ ηὔλει· ὅτε δὲ ἦλθεν καθ᾽ ὃν τόπον ἦν ὁ ἀπόστολος, ἔστη ἐπάνω αὐτοῦ καταυλοῦσα πρὸς τὴν κεφαλὴν αὐτοῦ ὥραν πολλήν. ἦν δὲ Ἑβραία τῷ γένει ἡ αὐλήτρια ἐκείνη.