Ancient Greek · ~3 min
Section 44
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 44
Not analysed yet
(41) Εἶπεν δὲ ὁ ἀπόστολος· Ὤ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὖ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· οὖ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· οὖ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· οὖ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος. Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐλθὼν ὁ δυσμενὴς ἔστη ἔμπροσθεν αὐτοῦ, μηδενὸς ὁρῶντος αὐτὸν εἰ μὴ τῆς γυναικὸς καὶ τοῦ ἀποστόλου, καὶ φωνῇ μεγίστῃ χρησάμενος εἶπεν πάντων ἀκουόντων·