Ancient Greek · ~5 min
Section 45
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 45
Not analysed yet
(42) Τί ἡμῖν καὶ σοὶ ἀπόστολε τοῦ ὑψίστου; τί ἡμῖν καὶ σοὶ δοῦλε Ἰησοῦ Χριστοῦ; τί ἡμῖν καὶ σοὶ σύμβουλε τοῦ ἁγίου υἱοῦ τοῦ θεοῦ; διὰ τί βούλει ἡμᾶς ἀπολέσαι τοῦ καιροῦ ἡμῶν μηδέπω ἐνεστῶτος; τίνος ἕνεκα βούλει λαβεῖν ἡμῶν τὴν ἐξουσίαν; ἕως γὰρ τῆς νῦν ὥρας εἴχομεν ἐλπίδα καὶ καιρὸν περιλειπόμενον. τί ἡμῖν καὶ σοί; σὺ ἔχεις ἐξουσίαν ἐν τοῖς σοῖς, καὶ ἡμεῖς ἐν τοῖς ἡμετέροις τίνος ἕνεκα βούλει τυραννίδι καθ᾽ ἡμῶν χρήσασθαι, καὶ μάλιστα αὐτὸς ἄλλους διδάσκων μὴ χρήσασθαι τυραννίδι; τίνος ἕνεκα σὺ τῶν ἀλλοτρίων δέει ὡς τοῖς ἰδίοις μὴ ἀρκούμενος; τίνος ἕνεκα ἐξομοιοῦσαι τῷ υἱῷ τοῦ θεοῦ τῷ ἀδικήσαντι ἡμᾶς; ἔοικας γὰρ αὐτῷ πάνυ ὡς ἐξ αὐτοῦ ἀποκυηθείς. ἐνομίσαμεν γὰρ κἀκεῖνον ὑπὸ ζυγὸν ποιῆσαι ὡς καὶ τοὺς λοιπούς· ὃ δὲ στραφεὶς ἔσχεν ἡμᾶς ὑποχειρίους. οὐ γὰρ ᾔδειμεν αὐτόν· ἠπάτησεν δὲ ἡμᾶς τῇ μορφῇ αὐτοῦ τῇ δυσειδεστάτῃ καὶ τῇ πενίᾳ αὐτοῦ καὶ τῇ ἐνδείᾳ· θεασάμενοι γὰρ αὐτὸν τοιοῦτον ἐνομίσαμεν αὐτὸν σαρκοφόρον ἄνδρα εἶναι, μὴ εἰδότες ὅτι αὐτός ἐστιν ὁ ζωοποιῶν τοὺς ἀνθρώπους. ἔδωκεν δὲ ἡμῖν ἐξουσίαν ἐν τοῖς ἡμετέροις, καὶ ἐν ᾧ ἐσμεν χρόνῳ τὰ ἡμέτερα μὴ ἐᾶσαι ἀλλ᾽ ἐν αὐτοῖς ἀναστρέφεσθαι· σὺ δὲ βούλει ὑπὲρ τὸ δέον καὶ τὸ δεδομένον σοι κτήσασθαι καὶ ἡμᾶς καταπονῆσαι.