Ancient Greek · ~6 min
Section 6
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 6
Not analysed yet
Τοῦ δὲ ἀποστόλου εἰς τὴν γῆν ἀφορῶντος εἷς τις τῶν οἰνοχόων ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐράπισεν αὐτόν. ἐπάρας δὲ ὁ ἀπόστολος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσσχὼν τῷ τύψαντι αὐτὸν εἶπεν· Ὁ θεός μου ἀφήσει σοι εἰς τὸν μέλλοντα αἰῶνα τὴν ἀδικίαν ταύτην, εἰς δὲ τὸν κόσμον τοῦτον δείξει αὐτοῦ τὰ θαυμάσια, καὶ θεάσομαι ἤδη τὴν χεῖρα ἐκείνην τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην. Καὶ εἰπὼν ταῦτα ἤρξατο ψάλλειν καὶ λέγειν τὴν ᾠδὴν ταύτην· |Η κόρη τοῦ φωτὸς θυγάτηρ, ᾗ ἐνέστηκε καὶ ἔγκειται τὸ ἀπαύγασμα τῶν βασιλέων τὸ γαῦρον, καὶ ἐπιτερπὲς ταύτης τὸ θέαμα, φαιδρῷ κάλλει καταυγάζουσα· ἧς τὰ ἐνδύματα ἔοικεν ἐαρινοῖς ἄνθεσιν, ἀποφορὰ δὲ εὐωδίας ἐξ αὐτῶν διαδίδοται· καὶ ἐν τῇ κορυφῇ ἵδρυται ὁ βασιλεύς, τρέφων τῇ ἑαυτοῦ ἀμβροσίᾳ τοὺς ἐπ᾽ αὐτὸν ἱδρυμένους· ἔγκειται δὲ ταύτης τῇ κεφαλῇ ἀλήθεια, χαρὰν δὲ τοῖς ποσὶν αὐτῆς ἐμφαίνει· ἧς τὸ στόμα ἀνέῳκται καὶ πρεπόντως αὐτῇ· τριάκοντα καὶ δύο εἰσὶν οἱ ταύτην ὑμνολογοῦντες· ἧς ἡ γλῶττα παραπετάσματι ἔοικεν τῆς θύρας ὃ ἐκτινάσσεται τοῖς εἰσιοῦσιν· ἧς ὁ αὐχὴν εἰς τύπον βαθμῶν ἔγκειται ὧν ὁ πρῶτος δημιουργὸς ἐδημιούργησεν, αἱ δὲ δύο αὐτῆς χεῖρες σημαίνουσιν καὶ ὑποδεικνύουσιν τὸν χορὸν τῶν εὐδαιμόνων αἰώνων κηρύσσοντες, οἱ δὲ δάκτυλοι αὐτῆς τὰς πύλας τῆς πόλεως ὑποδεικνύουσιν· ἧς ὁ παστὸς φωτεινός, ἀποφορὰν ἀπὸ βαλσάμου καὶ παντὸς ἀρώματος διαπνέων, ἀναδιδούςτε ὀσμὴν ἡδεῖαν σμύρνης τε καὶ φύλλου, ὑπέστρωνται δὲ ἐντὸς μυρσίναι καὶ ἀνθέων παμπόλλων ἡδυπνόων, αἱ δὲ κλειστάδες ἐν καλάμοις κεκόσμηνται.