Ancient Greek · ~5 min
Section 57
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 57
Not analysed yet
(54) Πάλιν ἀπαγαγών με ὑπέδειξέν μοι ἄντρον πάνυ σκοτεινόν, δυσωδίαν πολλὴν ἀποπνέον, πολλαὶ δὲ ψυχαὶ ἐκεῖθεν παρέκυπτον βουλόμεναι τοῦ ἀέρος τι μεταλαμβάνειν, οἱ δὲ τούτων φύλακες οὐκ εἴων αὐτὰς παρακύπτειν. ὁ δὲ συνών μοι εἶπε· Tοῦτό ἐστιν τὸ δεσμωτήριον τούτων τῶν ψυχῶν ὧν εἶδες· ἐπὰν γὰρ πληρώσωσι τὰς κολάσεις αὐτῶν ὧν μία ἑκάστη ἔπραξεν, ὕστερον ἄλλαι αὐτὰς διαδέχονται· εἰσὶν δὲ καί τινες τελείως καταναλισκόμεναι, καὶ εἰς ἄλλας κολάσεις παραδίδονται. Ἔλεγον δὲ τῷ ἀνδρὶ τῷ παραλαβόντι με ἐκεῖνοι οἱ τὰς ψυχὰς φρουροῦντες τὰς οὔσας ἐν τῷ σκοτεινῷ ἄντρῳ· Δὸς ἡμῖν αὐτήν, ἵνα εἰσαγάγωμεν αὐτὴν πρὸς τὰς ἄλλας, ἕως ὅτεκαιρὸς ἐφίσταται εἰς κόλασιν αὐτὴν παραδοθῆναι. Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς· Οὐ δίδωμι αὐτὴν ὑμῖν, ἐπειδὴ γὰρ φοβοῦμαι τὸν παραδόντα μοι αὐτήν· οὐ γὰρ ἐκελεύσθην ἐνθάδε αὐτὴν καταλεῖψαι· σὺν ἐμοὶ δέ ἀνάγω αὐτήν, ἕως ἂν ἐντολὴν περὶ ταύτης δέξωμαι. Καὶ παραλαβών με ἀνήγαγέν με εἰς ἄλλον χῶρον, ἐν ᾧ ἦσαν ἄνθρωποι οἳ ἐβασανίζοντο πικρῶς. ὁ δέ σοι ὅμοιος λαβών μέ σοι παρέδωκεν, λέξας σοι ταῦτα· Παράλαβε ταύτην, ἐπειδὴ μία ἐστὶν τῶν θρεμμάτων τῶν πλανηθέντων. Καὶ ληφθεῖσα ὑπὸ σοῦ νῦν ἔμπροσθέν σού εἰμι. δέομαί σου οὖν καὶ ἱκετεύω ἵνα μὴ ἀπέλθω εἰς ἐκείνους τοὺς τόπους τοὺς κολαστηρίους οὓς εἶδον.