Ancient Greek · ~6 min
Section 58
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 58
Not analysed yet
(55) Ὁ δὲ ἀπόστολος εἶπεν· Ἠκούσατε ἃ διηγήσατο ἡ γυνὴ αὕτη· οὐκ εἰσὶν δὲ μόνον αὗται αἱ κολάσεις, ἀλλὰ καὶ ἄλλαι χείρονες τούτων· καὶ ὑμεῖς δὲ ἐὰν μὴ ἐπιστραφῆτε ἐπὶ τὸν θεὸν τοῦτον ὃν κηρύσσω, καὶ ἀπόσχησθε ἀπὸ τῶν προτέρων ἔργων ὑμῶν καὶ τῶν πράξεων ὧν διεπράξασθε χωρὶς γνώσεως, εἰς ταύτας τὰς κολάσεις τὸ τέλος ὑμῶν ἕξετε. πιστεύσατε οὖν εἰς Χριστὸν Ἰησοῦν, καὶ ἀφίησιν ὑμῖν τὰ πρὸ τούτου πεπραγμένα ἁμαρτήματα, καὶ καθαρίσει ὑμᾶς ἀπὸ πασῶντῶν ἐπιθυμήσεων ὑμῶν τῶν σωματικῶν τῶν ἐν τῇ γῇ μενουσῶν, καὶ ἰάσεται ὑμᾶς ἀπὸ τῶν σφαλμάτων τῶν παρεπομένων καὶ σὺν ὑμῖν ἀπιόντων καὶ πρὸ ὑμῶν εὑρισκομένων. εἷς ἕκαστος οὖν ὑμῶν ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθε τὸν νέον, τὴν δὲ πρώτην ὑμῶν ἀναστροφὴν καὶ πολιτείαν καταλείψατε· καὶ οἰ κλέπτοντες μηκέτι κλεπτέτωσαν, ἀλλὰ κάμνοντες καὶ ἐργαζόμενοι ζήτωσαν· οἱ δὲ μοιχοὶ μηκέτι πορνευέτωσαν, ἵνα μὴ ἐκδότους ἑαυτοὺς τῇ αἰωνίᾳ κολάσει παραδώσωσιν· ἡ γὰρ μοιχεία παρὰ τῷ θεῷ πάνυ χαλεπόν ἐστιν παρὰ τὰ ἄλλα κακά. ἀπόθεσθε δὲ καὶ τὴν πλεονεξίαν καὶ τὸ ψεῦδος καὶ τὴν μέθην καὶ τὴν διαβολὴν καὶ κακὸν ἀντὶ κακοῦ μὴ ἀποδίδετε. ταῦτα γὰρ πάντα ξένα εἰσὶν τῷ θεῷ τῷ ὑπ᾽ ἐμοῦ κηρυσσομένῳ καὶ ἀλλότρια· ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πίστει πολιτεύσασθε καὶ τῇ πρᾳότητι καὶ τῇ ἁγιωσύνῃ καὶ τῇ ἐλπίδι, ἐν ᾗ ὁ θεὸς χαίρει, ὅπως γένησθε αὐτοῦ οἰκεῖοι, προσδεξάμενοι παρ᾽ αὐτοῦ τὰ χαρίσματα ἃ ὀλίγοι καὶ ἔνιοι δέχονται.