Ancient Greek · ~4 min
Section 7
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 7
Not analysed yet
περιεστοιχισμένην δὲ αὐτὴν ἔχουσιν οἱ ταύτης νυμφίοι, ὧν ὁ ἀριθμὸς ἕβδομός ἐστιν, οὓς αὐτὴ ἐξελέξατο· αἱ δὲ ταύτης παράνυμφοί εἰσιν ἑπτά, οἳ ἔμπροσθεν αὐτῆς χορεύουσιν· δώδεκα δέ εἰσιν τὸν ἀριθμὸν οἱ ἔμπροσθεν αὐτῆς ὑπηρετοῦντες καὶ αὐτῇ ὑποκείμενοι, τὸν σκοπὸν καὶ τὸ θέαμα εἰς τὸν νυμφίον ἔχοντες, ἵνα διὰ τοῦ θεάματος αὐτοῦ φωτισθῶσιν· καὶ εἰς τὸν αἰῶνα σὺν αὐτῷ ἔσονται εἰς ἐκείνην τὴν χαρὰν τὴν αἰώνιον, καὶ ἔσονται ἐν τῷ γάμῳ ἐκείνῳ ἐν ᾧ οἱ μεγιστᾶνες συναθροίζονται, καὶ παραμενοῦσιν τῇ εὐωχίᾳ ἧς οἱ αἰώνιοι καταξιοῦνται, καὶ ἐνδύσονται βασιλικὰ ἐνδύματα καὶ ἀμφιάσονται στολὰς λαμπράς, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἔσονται ἀμφότεροι, καὶ δοξάσουσι τὸν πατέρα τῶν ὅλων· οὗ τὸ φῶς τὸ γαῦρον ἐδέξαντο, καὶ ἐφωτίσθησαν ἐν τῇ θέα τοῦ δεσπότου αὐτῶν, οὗ τὴν ἀμβροσίαν βρῶσιν ἐδέξαντο μηδὲν ὅλως ἀπουσίαν ἔχουσαν, ἔπιον δὲ καὶ ἀπὸ |τοῦ οἴνου τοῦ μὴ δίψαν αὐτοῖς παρέχοντος καὶ ἐπιθυμίαν· ἐδόξασαν δὲ καὶ ὕμνησαν σὺν τῷ ζῶντι πνεύματι τὸν πατέρα τῆς ἀληθείας καὶ τὴν μητέρα τῆς σοφίας.