Ancient Greek · ~6 min
Section 64
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 64
Not analysed yet
ἠρξάμην οὖν ἐξετάζειν τὴν γυναῖκά μου· Τί ἐστιν τὸ συμβάν σοι; Ἣ δέ μοι ἔφη· Οὐκ ἔγνως ἃ διεπράξω ἐν ἐμοί; ἐδεόμην γάρ σου μὴ ἀπιέναι εἰς τὸν γάμον, ἐπειδὴ ἀνωμάλως εἶχον τῷ σώματί μου· καὶ ἀπιοῦσα κατὰ τὴν ὁδόν, ἐγγὺς γενομένη τοῦ ἀγωγοῦ ἐν ᾧ τὸ ὕδωρ ἔρρεεν, ἔβλεπον ἄνδρα μέλανα ἑστῶτα ἀντικρύς μου, τῇ κεφαλῇ αὐτοῦ ὑπογρυλίζοντά με, καὶ παῖδα ὅμοιον αὐτοῦ παρεστῶτα. καὶ εἶπον τῇ θυγατρί μου· Ἄπιδε εἰς τοὺς ἄνδρας τούτους τοὺς δύο τοὺς δυσειδεῖς, ὧν οἱ ὀδόντες αὐτῶν ὥσπερ γάλα, τὰ δὲ χείλη αὐτῶν ὡς ἀσβόλη. Καὶ καταλείψασαι αὐτοὺς πρὸς τὸν ἀγωγὸν ἀπήλθομεν. δύσεως δὲ γενομένης καὶ ἀπὸ τῶν γάμων ἀναλύσασαι, διερχομένων ἡμῶν σὺν τοῖς νεανίσκοις, ἔγγιστα γενομένων τοῦ ἀγωγοῦ, ἡ θυγάτηρ μου πρότερον εἶδεν αὐτούς · καὶ διαλαθοῦσα προσέφυγέν μοι· καὶ μετὰ ταύτην κἀγὼ αὐτοὺς ἐθεασάμην ἐρχομένους κατέναντι ἡμῶν, καὶ ἐφχύγαμεν ἀπ᾽ αὐτῶν· οἱ δὲ παῖδες οἱ ὄντες μεθ᾽ ἡμῶν κρούσαντες ἡμᾶς κατέβαλον ἐμέ τε καὶ τὴν θυγατέρα μου. Καὶ ταῦτα αὐτῆς διηγησαμένης μοι ἐπῆλθον αὐταῖς πάλιν οἱ δαίμονες καὶ κατέβαλον αὐτάς· καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας προελθεῖν οὐ δύνανται ἔξω, ἐγκεκλεισμέναι οὖσαι ἐν ἑνὶ οἴκῳ ἢ δευτέρῳ. καὶ διὰ ταύτας πολλὰ ἐγὼ πάσχω καὶ ἀνιῶμαι· καταβάλλουσιν γὰρ αὐτὰς ὅπου ἐὰν εὕρωσιν καὶ ἀπογυμνοῦσιν. δέομαί σου καὶ ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ, βοήθησον καὶ ἐλέησόν με. τρία γὰρ ἔτη εἰσὶν ἀφ᾽ οὗ τράπεζα ἐν τῇ οἰκίᾳ μου οὐκ ἐτέθη καὶ ἡ γυνή μου καὶ ἡ θυγάτηρ μου εἰς τράπεζαν οὐκ ἐκάθισαν· καὶ μάλιστα διὰ τὴν θυγατέρα μου τὴν ἀθλίαν, ἣ οὐδ᾽ ὅλως τι ἀγαθὸν εἶδεν ἐν τῷ κόσμῳ τούτῳ.