Ancient Greek · ~3 min
Section 65
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 65
Not analysed yet
Ταῦτα ἀκούσας ὁ ἀπόστολος παρὰ τοῦ στρατηλάτου πάνυἐλυπήθη περὶ αὐτοῦ· εἶπεν δὲ προς αὐτόν· Πιστεύεις ὅτι θεραπεύει αὐτὰς ὁ Ἰησοῦς; Ὁ δὲ στρατηλάτης Ναί φησιν· καὶ ὁ ἀπόστολος· Παράθου οὖν τῷ Ἰησοῦ σεαυτόν, καὶ αὐτὸς αὐτὰς θεραπεύει, ποιούμενος αὐτῶν βοήθειαν. Εἶπεν δὲ ὁ στρατηλάτης· Δεῖξόν μοι αὐτόν, ἵνα δεηθῶ αὐτοῦ καὶ πιστεύσω εἰς αὐτόν. Εἶπεν δὲ ὁ ἀπόστολος· Οὐ φαίνεται τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, ἀλλ᾽ ἐν τοῖς ὀφθαλτων μοῖς τῆς ἐννοίας εὑρίσκεται. Ἐπάρας οὖν τὴν φωνὴν αὐτοῦ ὁ στρατηλάτης εἶπεν· Πιστεύω σοι Ἰησοῦ, καὶ δέομαί σου καὶ ἱκετεύω, βοήθησον τῇ ὀλιγοπιστίᾳ μου ᾗ εἰς σὲ ἔχω. Παρεκελεύσατο δὲ ὁ ἀπόστολος Ξενοφῶντι τῷ διακόνῳ συναγαγεῖν πάντας εἰς ἕν· συναθροισθέντος δὲ παντὸς τοῦ ὄχλου ὁ ἀπόστολος ἑστὼς ἐν μέσῳ ἔλεγεν·