Ancient Greek
Section 66
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 66
Not analysed yet
Τέκνα μου καὶ ἀδελφοὶ οἱ εἰς τὸν κύριον πιστεύσαντες, παραμείνατε ἐν ταύτῃ τῇ πίστει, εὐαγγελιζόμενοι Ἰησοῦν τὸν ἐξ ἐμοῦ ὑμῖν καταγγελθέντα, ἔχοντες ἐν αὐτῷ τὰς ἐλπίδας· καὶ μὴ ἀπολειφθῆτε αὐτοῦ, καὶ οὐ καταλιμπάνει ὑμᾶς. καθευδόντων ὑμῶν ἐν τῷ ὕπνῳ τούτῳ τῷ καταβαροῦντι τοὺς καθεύδοντας αὐτὸς ἄυπνος ὢν διαφυλάσσει· καὶ ἐν θαλάσσῃ πλεόντων ὑμῶν καὶ ἐν κινδύνῳ ὄντων καὶ οὐδενὸς βοηθεῖν δυναμένου αὐτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων ὑπορθοῖ βοηθῶν. ἐγὼ γὰρ ἤδη ἄπειμι ἐξ ὑμῶν, καὶ ἄδηλόν ἐστιν εἰ ἔτι ὄψομαι ὑμᾶς κατὰ σάρκα. μὴ οὖν καὶ ὑμεῖς ἐξομοιωθῆτε τῷ λαῷ Ἰσραήλ, οἵτινες ἀπιδόντες τοὺς ποιμένας πρὸς ὥρας καιρὸν ἐσκανδαλίσθησαν. Ξενοφῶντα δὲ τὸν διάκονον καταλιμπάνω πρὸς ὑμᾶς εἰς τὸν τόπον μου· καὶ γὰρ καὶ αὐτὸς ὥσπερ κἀγὼ καταγγέλλει τὸν Ἰησοῦν· οὔτε γὰρ ἐγώ εἰμί τι οὔτε αὐτός, ἀλλὰ Ἰησοῦς· καὶ γὰρ κἀγὼ ἄνθρωπός εἰμι σῶμα ἐνδεδυμένος, υἱὸς ἀνθρώπου ὡς εἷς ἐξ ὑμῶν· οὔτε γὰρ πλοῦτον ἔχω ὡς ἐνίοις εὑρίσκεται, ὂς καὶ τοὺς κεκτημένους ἐλέγχει ἀποίητος παντάπασιν ὑπάρχων καὶ καταλιμπανόμενος ἐπὶ τῆς γῆς ἀφ᾽ ἧς καὶ ἐγένετο· τὰ δὲ ἐκ τούτου τοῖς ἀνθρώποις συμβαίνοντα παραπτώματα καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν συναποφέρεται. σπανίως δὲ πλούσιοι εὑρίσκονται ἐν ἐλεημοσύναις· οἱ δὲ ἐλεήμονες καὶ ταπεινοὶ τῇ καρδίᾳ αὐτοὶ κληρονομήσουσιν τὴν βασιλείαν τοῦ θεοῦ. οὐ γὰρ τὸ κάλλος τοῖς ἀνθρώποις παράμονόν ἐστιν· οἱ γὰρ τούτῳ θαρροῦντες τοῦ γήρους καταλαμβάνοντος αἰφνιδίως καταισχυνθήσονται. πάντα οὖν καιρὸν ἔχει· καιρῷ οὖν φιλεῖται καὶ καιρῷ μισεῖται. ἔστω οὖν ἡ ἐλπὶς εἰς Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἀεὶ φιλούμενον καὶ ἀεὶ ποθούμενον. καὶ μέμνησθε ἡμῶν ὡς καὶ ἡμεῖς ὑμῶν. ἡμεῖς γὰρ αὐτοῖς ἐὰν μὴ τὸ τῶν ἐντολῶν φορτίον τελέσωμεν, οὐκ ἄξιοί ἐσμεν κήρυκες εἶναι τοῦ ὀνόματος τούτου, καὶ ὕστερον τιμωρίαν ἀποτίσομεν τῆς ἑαυτῶν κεφαλῆς.