Ancient Greek · ~3 min
Section 70
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 70
Not analysed yet
Ἀπῆλθεν δὲ ὁ στρατηλάτης ἔμφοβος ὤν· πολλοὶ γὰρ ὑπῆρχον· καὶ ἀπιόντος αὐτοῦ αὐτοὶ εἰς ἀπάντησιν ἤρχοντο · ἐγγὺς δὲ γενομένων εἶπεν αὐτοῖς· Κελεύει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ νέου θεοῦ· Ἐλθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν χρείαν ἔχω. Ταῦτα ἀκούσαντες οἱ ὄναγροι ὁμοθυμαδὸν δρόμῳ χρησάμενοι πρὸς αὐτὸν ἤρχοντο, ἐλθόντες δὲ προσεμένων κύνησαν αὐτόν. εἶπεν δὲ αὐτοῖς ὁ ἀπόστολος· Εἰρήνη ὑμῖν. ὑποζεύξατε τέσσαρας ἀντὶ τῶν κτηνῶν τούτων τῶν ἀποσταθέντων. Καὶ προσῆλθον ἕκαστος αὐτῶν καὶ ὑπέθλιβον ὑποζευχθῆναι. ἦσαν οὖν ἐκεῖ τέσσαρες ἰσχυρότεροι, οἳ καὶ ἐζεύχθησαν· οἱ δὲ ἄλλοι οἳ μὲν προῆγον, οἳ δὲ ἠκολούθουν· ὀλίγον δὲ ὁδευσάντων ἀπέλυσεν τοὺς πώλους λέγων· Ὑμῖν λέγω τοῖς συνοίκοις τῆς ἐρήμου, εἰς τὰς νομὰς ὑμῶν ἀπέλθατε· εἰ γὰρ πάντων ἔχρῃζον, πάντες ἂν συναπῄειτέ μοι. νῦν δὲ ἄπιτε εἰς τὸν χῶρον ὑμῶν ἐν ᾧ διατρίβετε. Οἳ δὲ ἀπιῄεσαν ἐν ἡσυχίᾳ ἕως οὗ ἀφανεῖς ἐγένοντο.