Ancient Greek · ~5 min
Section 8
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 8
Not analysed yet
Καὶ ὅτε ὕμνησεν καὶ ἐτέλεσεν τὴν ᾠδὴν ταύτην, πάντες οἱ ἐκεῖ παρόντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ ἡσύχαζεν· ἀπέβλεπον δὲ καὶ τὸ εἶδος αὐτοῦ ἐναλλαγέν, τὰ δὲ ὑπ᾽ αὐτοῦ λεχθέντα οὐκ ἐνόουν, ἐπειδὴ αὐτὸς Ἑβραῖος ἦν καὶ τὰ λεχθέντα ὑπ᾽ αὐτοῦ ἑβραϊστὶ ἐλέχθη· ἡ δὲ αὐλήτρια πάντα ἤκουσεν μόνη, Ἑβραία γὰρ ἦν τῷ γένει· καὶ ἀποστᾶσα ἀπ᾽ αὐτοῦ ηὔλει τοῖς ἄλλοις, εἰς αὐτὸν δὲ τὰ πολλὰ ἀφεώρα καὶ ἀπέβλεπεν· πάνυ γὰρ ἠγάπησεν αὐτὸν ὡς ἄνθρωπον ὁμόεθνον αὐτῆς· ἦν δὲ καὶ τῇ ἰδέᾳ ὡραῖος ὑπὲρ πάντας τοὺς ἐκεῖσε ὄντας. καὶ ὅτε ἐτέλεσεν ἡ αὐλήτρια πάντας καὶ αὐλήσασα, ἄντικρυς αὐτοῦ ἐκαθέσθη, ἀφορῶσα καὶ ἀτενίζουσα εἰς αὐτόν· αὐτὸς δὲ ὅλως εἰς οὐδένα ἀφεώρα οὐδὲ προσεῖχέν τινι, εἰ μὴ μόνον εἰς τὴν γῆν ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ προσεῖχεν, προσδεχόμενος πότε ἀναλύσῃ ἐκεῖθεν. ὁ δὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν κατῆλθεν εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ· ἔτυχεν δὲ ἐκεῖ εἶναι λέοντα, καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφῆκεν κεῖσθαι ἐν τῷ τόπῳ κατακόψας τὰ μέλη αὐτοῦ· κύνες δὲ εὐθὺς ἔλαβον τὰ μέλη αὐτοῦ, ἐν οἷς καὶ εἷς μέλας κύων τὴν δεξιὰν αὐτοῦ χεῖρα τῷ στόματι κρατῶν εἰς τὸν τόπον τοῦ συμποσίου εἰσήνεγκεν.