Ancient Greek · ~3 min
Section 71
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 71
Not analysed yet
Ἀπερχομένου οὖν τοῦ τε ἀποστόλου καὶ τοῦ στρατηλάτου καὶ τοῦ ἡνιόχου εἷλκον ἐν ἡσυχίᾳ οἱ ὄναγροι ὁμαλῶς, ἵνα μὴ ταράξωσιν τὸν ἀπόστολον τοῦ θεοῦ. ἐγγὺς δὲ γεναμένων τῆς πύλης τῆς πόλεως παραστρέψαντες ἔστησαν πρὸ τῶν θυρῶν τῆς οἰκίας τοῦ στρατηλάτου. ὁ δὲ στρατηλάτης εἶπεν· Ἀσυγχώρητόν μοί ἐστιν ἐξηγήσασθαι τὰ γεγονότα, ἀλλὰ τὸ τέλος ἰδὼν τότε λέξω. Ἡ οὖν πόλις πᾶσα ἤρχετο ἰδοῦσα τοὺς ὀνάγρους ἐζευγμένους· ἤκουσαν δὲ καὶ τὴν φήμην τοῦ ἀποστόλου μέλλοντος ἐκεῖ ἐπιδημεῖν. ὁ δὲ ἀπόστολος ἐπυνθάνετο τοῦ στρατηλάτου· Ποῦ ἐστίν σου ἡ οἴκησις καὶ ποῦ ἡμᾶς ἀπάγεις; Ὃ δὲ εἶπεν αὐτῷ· Σὺ αὐτὸς ἐπίστασαι ὅτι πρὸ τῶν θυρῶν ἑστήκαμεν, καὶ οὗτοι οἱ διὰ τῆς σῆς ἐντολῆς ἐλθόντες σὺν σοὶ μᾶλλον ἐμοῦ ἐπίστανται.