Ancient Greek · ~3 min
Section 72
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 72
Not analysed yet
Ταῦτα δὲ εἰπὼν καθῆκεν ἑαυτὸν ἀπὸ τοῦ ὀχήματος. ἤρξατο οὖν ὁ ἀπόστολος λέγειν· Ἰησοῦ Χριστὲ ὁ βλασφημούμενος διὰ τὴν σὴν ἐπίγνωσιν ἐν τῇ χώρᾳ ταύτῃ· Ἰησοῦ οὗ ἡ φήμη ξένη ἐν τῇ πόλει ταύτῃ· Ἰησοῦ ὁ παραλαμβάνων πάντας τοὺςἀποστόλους ἐν πάσῃ χώρᾳ καὶ ἐν πάσῃ πόλει, καὶ πάντες οἱ σοὶ ἄξιοι ἐν σοὶ δοξάζονται· Ἰησοῦ ὁ τύπον λαβὼν καὶ γενόμενος ὡς ἄνθρωπος καὶ πᾶσιν ἡμῖν φανεὶς ἵνα μὴ ἡμᾶς ἀποχωρίσῃς τῆς ἰδίας ἀγάπης· σὺ εἶ κύριε ὁ ἑαυτὸν δοὺς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου ἡμᾶς ἐξαγοράσας καὶ κτησάμενος ἡμᾶς κτῆμα πολυτίμητον· τί δὲ ἔχομέν σοι δοῦναι κύριε ἀντικατάλλαγμα τῆς σῆς ψυχῆς ἧς ἔδωκας ὑπὲρ ἡμῶν; ὃ γὰρ θέλομεν ἐκεῖνο ἡμῖν δίδως· τοῦτο δέ ἐστιν ἵνα δεηθῶμέν σου καὶ ζήσωμεν.