Ancient Greek · ~4 min
Section 73
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 73
Not analysed yet
Ταῦτα δὲ εἰπόντος αὐτοῦ πολλοὶ πανταχόθεν συνηθροίζοντο ἰδεῖν τὸν ἀπόστολον τοῦ νέου θεοῦ. εἶπεν δὲ πάλιν ὁ ἀπόστολος· Τί ἑστήκαμεν ἀεργεῖς; Ἰησοῦ κύριε, ἡ ὥρα πάρεστιν· τί ἀπαιτεῖ γενέσθαι; κέλευσον οὖν ἐκπληρωθῆναι ὃ δὴ γενέσθαι ὀφείλει. Ἡ δὲ γυνὴ τοῦ στρατηλάτου καὶ ἡ τούτου θυγάτηρ ἐβαρήθησαν σφόδρα ὑπὸ τῶν δαιμόνων οὕτως ὡς νομίζειν τοὺς οἰκείους ὅτι οὐκέτι ἀνίστανται· οὐδ᾽ ὅλως γὰρ συνεχώρησάν τινος μεταλαβεῖν αὐτάς, ἀλλὰ κατέβαλον αὐτὰς ἐπὶ ταῖς κλίναις αὐτῶν μηδ᾽ ὅλως τινὰς ἐπιγινωσκούσας ἕως ἐκείνης τῆς ἡμέρας ἐν ᾗ ὁ ἀπόστολος ἐκεῖσε ἦλθεν. εἶπεν δὲ ὁ ἀπόστολος ἐνὶ τῶν ὀνάγρων τῶν ἐν τῷ δεξιῷ μέρει ἐζευγμένων· Εἴσελθε ἐντὸς τῆς αὐλῆς· καὶ ἑστὼς ἐκεῖσε κάλεσον τοὺς δαίμονας καὶ εἰπὲ αὐτοῖς· Λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος καὶ μαθητὴς Ἰησοῦ Χριστοῦ· Ἔλθετε ὧδε ἔξω · δι᾽ὑμᾶς γὰρ ἀπεστάλην καὶ εἰς τοὺς διαφέροντας ὑμῖν κατὰ γένος, ἵνα ὑμᾶς ἀπολέσω καὶ διώξω εἰς τὸν ὑμέτερον χῶρον, ἕως ὅτε καιρὸς γένηται συντελείας καὶ εἰς τὸ ὑμέτερον βάθος τοῦ σκότους κατέλθητε.