Ancient Greek · ~4 min
Section 74
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 74
Not analysed yet
Εἰσῄει δὲ ὁ ὄναγρος ἐκεῖνος πολλοῦ ὄχλου συνόντος αὐτῷ καὶ ἔλεγεν· Ὑμῖν λέγω τοῖς ἐχθροῖς τοῦ Ἰησοῦ τοῦ καλουμένου Χριστοῦ· ὑμῖν λέγω τοῖς τοὺς ὀφθαλμοὺς καμμύουσιν τοῦ μὴ ὁρᾶν τὸ φῶς· οὐ γὰρ δύναται ἡ κακίστη φύσις μεταβληθῆναι εἰς τὸ ἀγαθόν· ὑμῖν λέγω τοῖς τέκνοις τῆς γεέννης καὶ τῆς ἀπωλείας, ἐκείνου τοῦ ἀπαύστου εἰς τὸ κακὸν ἕως τοῦ νῦν, ὃς ἀεὶ ἀνακαινίζει αὐτοῦ τὰ ἐνεργήματα καὶ τὰ πρέποντα τῇ ἑαυτοῦ οὐσίᾳ· ὑμῖν λέγω τοῖς ἀναιδεστάτοις, τοῖς δι᾽ ἑαυτῶν ἀπολλυμένοις· τί δὲ εἴπω περὶ τῆς ὑμῶν ἀπωλείας τε καὶ τέλους, τί δὲ καὶ ὑφηγήσωμαι, οὐκ οἶδα· πολλὰ γάρ ἐστιν καὶ πρὸς τὴν ἀκρόασιν ἀναρίθμητα ὑπάρχοντα. μείζονα δέ εἰσιν αἱ ὑμέτεραι πράξεις ἀπὸ τῆς κολάσεως τῆς ὑμῖν τετηρημένης. σοὶ δὲ λέγω τῷ δαίμονι καὶ τῷ σῷ υἱῷ τῷ συνεπομένῳ σοι· νυνὶ γὰρ ἐφ᾽ ὑμᾶς ἀπέσταλμαι· τίνος δὲ ἕνεκα πολλοὺς λόγους ποιοῦμαι τῆς ὑμῶν φύσεώς τε καὶ ῥίζης, ἣν ὑμεῖς αὐτοὶ οἴδατε καὶ ἀναιδεύεσθε; λέγει δὲ ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος Χριστοῦ τοῦ Ἰησοῦ, ὃς διὰ πολλῆς ἀγάπης καὶ διαθέσεως ἐνθάδε ἀπεστάλη· Ἐπὶ τοῦἐνθάδε ἑστῶτος ὄχλου ἐξελθόντες εἴπατέ μοι ποίου γένους ἐστέ.