Ancient Greek · ~3 min
Section 75
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 75
Not analysed yet
Καὶ εὐθέως ἐξῆλθεν ἡ γυνὴ σὺν τῇ θυγατρὶ αὐτῆς, νενεκρωμέναι καὶ ἠτιμασμέναι· θεασάμενος δὲ αὐτὰς ὁ ἀπόστόλος ἐλυπήθη, μάλιστα διὰ τὴν παῖδα, καὶ λέγει τοῖς δαίμοσιν· Μὴ γένοιτο ἱλασμὸν γενέσθαι καὶ φειδὼ εἰς ὑμᾶς· οὐδὲ γὰρ τὸ φείδεσθαι ἢ τὸ ἐλεεῖν ἐπίστασθε· πλὴν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ ἀπόστητε ἀπ᾽ αὐτῶν καὶ ἐκ πλευρᾶς στῆτε. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου πεσοῦσαι αἰ γυναῖκες ἀπενεκρώθησαν· οὔτε γὰρ πνεῦμα εἶχον οὔτε φωνὴν ἐδίδουν· ὁ δὲ δαίμων ἀποκριθεὶς φωνῇ μεγάλῃ εἶπεν· Πάλιν ἥκεις ἐνθάδε ὁ τὴν φύσιν ἡμῶν διαγελῶν καὶ τὴν γενεάν; ἥκεις πάλιν ὁ τὴν τέχνην ἡμῶν ἀπαλείφων; καὶ ὡς νομίζω οὐ συγχωρεῖς ἡμῖν ὅλως ἐπὶ τῆς γῆς εἶναι· τοῦτο δὲ νῦν ἐν τῷ καιρῷ τούτῳ ποιῆσαι οὐ δύνασαι. Ἐστοχάσατο δὲ ὁ ἀπόστολος ὅτι ὁ δαίμων οὗτος ἐκεῖνός ἐστιν ὁ ἀπελαθεὶς ἀπ᾽ ἐκείνης τῆς γυναικός.