Ancient Greek · ~5 min
Section 76
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 76
Not analysed yet
Ὁ δὲ δαίμων εἶπεν· Δέομαί σου, ἐπίτρεψόν με καὶ ὅπου βούλει με ἀπελθόντα οἰκῆσαι καὶ παρὰ σοῦ ἐντολὴν δέξασθαι, καὶ οὐ φοβοῦμαι τὸν ἐξουσιαστὴν τὸν κατ᾽ ἐμοῦ ἔχοντα τὴν ἐξουσίαν. ὥσπερ γὰρ σὺ ἦλθες εὐαγγελίσασθαι, οὕτως κἀγὼ ἦλθον ἀφανίσαι· καὶ ὥσπερ σὺ ἐὰν μὴ τελέσῃς τὸθέλημα τοῦ πέμψαντός σε, κατὰ κεφαλῆς δίδωσίν σοι τὴν τιμωρίαν, οὕτως κἀγώ, ἐὰν μὴ ποιήσω τὸ θέλημα τοῦ ἀποστείλαντός με πρὸ καιροῦ καὶ τῆς προθεσμίας, εἰς τὴν ἐμαυτοῦ φύσιν ἀποστέλλομαι· καὶ ὥσπερ σοὶ βοηθεῖ ὁ Χριστός σου ἐν οἷς διαπράττῃ, οὕτως καὶ ἐμοὶ βοηθεῖ ὁ πατήρ μου ἐν οἷς διαπράττομαι· καὶ ἅσπερ σοὶ κατασκευάζει σκεύη τοὺς ἀξίους τῆς σῆς οἰκήσεως, οὕτως καὶ ἐμοὶ ἐπιζητεῖ σκεύη δι᾽ ὧν τὰς αὐτοῦ πράξεις τελίσκω· καὶ ὥσπερ τρέφει καὶ οἰκονομεῖ τοὺς ὑπηκόους, οὕτως κἀμοὶ κολάσεις καὶ βασάνους σὺν τοῖς ὀκητηρίοις μοι γενομένοις παρασκευάζει· καὶ ὥσπερ σοὶ τὴν ἀντιμισθίαν τῆς σῆς ἐνεργείας δίδωσιν τὴν αἰώνιον ζωήν, οὕτως κἀμοὶ παρέχει τὰς ἀμοιβὰς τῶν ἔργων μου τὴν αἰωνίαν ἀπώλειαν· καὶ ὥσπερ σὺ τῇ εὐχῇ σου καὶ τοῖς ἀγαθοῖς ἔργοις ἐπαναπαύῃ ἐν ταῖς πνευματικαῖς σου δοξολογίαις, οὕτως κἀγὼ ἐπαναπαύομαι φόνοις τε καὶ μοιχείαις καὶ θυσίαις ταῖς διὰ οἴνου γινομέναις ἐν τοῖς βωμοῖς· καὶ ὥσπερ σὺ ἐπιστρέφεις τοὺς ἀνθρώπους εἰς ζωὴν αἰώνιον, οὕτως κἀγὼ ἀποστρέφω τοὺς ὑπακούοντάς μοι εἰς ἀπώλειαν καὶ κόλασιν αἰωνίαν· καὶ σὺ τοὺς ἰδίους δέχῃ κἀγὼ τοὺς ἐμούς.