Ancient Greek · ~3 min
Section 77
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 77
Not analysed yet
Τοιαῦτα καὶ ἕτερα πλείονα εἰπόντος του δαίμονος ὁἀπόστολος εἶπεν· Κελεύει σοι Ἰησοῦς καὶ τῷ σῷ παιδὶ δι᾽ ἐμοῦ ἵνα μηκέτι εἰσέλθῃς εἰς κατοίκησιν ἀνθρώπου· ἀλλ᾽ ἐξέλθετε καὶ ἀπέλθετε καὶ οἰκήσατε ἔξω παντελῶς τῆς οἰκήσεως τῶν ἀνθρώπων. Οἱ δὲ δαίμονες εἶπον αὐτῷ· Ἀπηνῶς προσέταξας ἡμῖν· τί δὲ καὶ πρὸς τούτους πράξεις τοὺς νῦν ἀποκεκρυμμένους ἀπὸ σοῦ; οἱ γὰρ κατασκευάσαντες τὰ πάντα ξόανα ἐν αὐτοῖς χαίρουσιν μᾶλλον σοῦ· οὓς οἱ πολλοὶ πολλοὺς προσκυνοῦσιν καὶ τὰ θελήματα αὐτῶν διαπράττονται, θύοντες αὐτοῖς καὶ τὰς τροφὰς προσάγοντες ἐν σπονδαῖς καὶ διὰ οἴνου καὶ ὕδατος προσφέροντες καὶ ἀναθήμασιν. Καὶ ὁ ἀπόστολος εἶπεν· Καὶ αὐτοὶ νῦν καταργηθήσονται σὺν ταῖς πράξεσιν αὐτῶν. Καὶ αἰφνιδίως ἄφαντοι γεγόνασιν οἱ δαίμονες· αἱ δὲ γυναῖκες ὡς εἰς τύπον νεκρῶν ἐρριμμέναι ἔκειντο ἐπὶ γῆς, μὴ ἔχουσαι φωνήν.