Ancient Greek · ~5 min
Section 78
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 78
Not analysed yet
Καὶ οἱ ὄναγροι πρὸς ἀλλήλους ἔστησαν καὶ οὐκ ἀφίσταντο ἀπ᾽ ἀλλήλων, ἀλλ᾽ ἐκεῖνος ᾧ ὁ λόγος ἐδόθη ἐν δυνάμει τοῦ κυρίου, πάντων σιγώντων καὶ ἀφορώντων τί ἄρα διαπράξονται, εἶπεν τῷ ἀποστόλῳ ὁ ὄναγρος· Τί ἔστηκας ἀεργὴς ἀπόστολε Χριστοῦ τοῦ ὑψίστου, ἀφορῶντος ἵνα αὐτὸν αἰτήσῃς τὰ κάλλιστα μαθήματα; τί οὖν βραδύνεις; ὁ γὰρ σὸς διδάσκαλος βούλεται τὰ μεγαλεῖα αὐτοῦ διὰ τῶν σῶν χειρῶν δεῖξαι· τί στήκεις ὁ κῆρυξ τοῦ ἀποκρύφου; ὁ γὰρ σὸς βούλεται διὰ σοῦ τὰ ἀπόρρητα ἐκφᾶναι διατηρῶν αὐτὰ τοῖς ἀξίοις αὐτοῦ ταῦτα ἀκούειν. τί ἡσυχάζεις ὁ τὰ μεγαλεῖα διαπραττόμενος εἰς ὄνομα τοῦ κυρίου; ὁ γὰρ σὸς δεσπότης προτρέπεταί σε θάρσος σοι ἐγγεννῶν. μὴ τοίνυν φοβοῦ· οὐ γὰρ ἀφήσει ψυχὴν τὴν προσήκουσάν σοι κατὰ γένος. ἄρξαι οὖν τοῦ ἐπικαλεῖσθαι αὐτὸν καὶ αὐτός σου ἑτοίμως ἀκούσῃ. τί ἕστηκας θαυμάζων πάσας αὐτοῦ τὰς πράξεις καὶ τὰς ἐνεργείας; μικρὰ γάρ ἐστιν ταῦτα ἃ δι᾽ αὐτῶν ἔδειξεν. τί δὲ καὶ ὑφηγήσῃ περὶ τῶν μεγάλων αὐτοῦ δωρημάτων; οὐ γὰρ ἐξαρκέσεις ἐξειπεῖν. τί δὲ καὶ θαυμάζεις περὶ τῶν σωματικῶν αὐτοῦ ἰάσεων ἅτινα ἐνεργεῖται; καὶ μάλιστα ἐπιστάμενος ἐκείνην αὐτοῦ τὴν ἴασιν τὴν βεβαίαν καὶ παραμονὴν τῇ ἰδίᾳ φύσει προφέρει. τί δὲ καὶ ἀποβλέπεις εἰς ταύτην τὴν πρόσκαιρον ζωὴν καὶ περὶ τῆς αἰωνίας οὐδὲν ἐνθυμεῖσαι;