Ancient Greek · ~6 min
Section 79
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 79
Not analysed yet
ὑμῖν δὲ τοῖς παρεστῶσιν ὄχλοις καὶ προσδοκῶσιν τὰς καταβεβλημένας ἐγερθῆναι λέγω, πιστεύσατε τῷ ἀποστόλῳ Ἰησοῦ Χριστοῦ· πιστεύσατε τῷ διδασκάλῳ τῆς ἀληθείας· πιστεύσατε τῷ τὴν ἀλήθειαν ὑμῖν ὑποδεικνύοντι· πιστεύσατε Ἰησοῦ· πιστεύσατε ἐπὶ τῷ γεννηθέντι Χριστῷ ἵνα οἱ γεννηθέντες διὰ τῆς αὐτοῦ ζωῆς ζήσωσιν· ὃς καὶ ἀνετράφη διὰ νηπίου, ἵνα ἡ τελειότης διὰ τοῦ ἀνθρώπου αὐτοῦ φανῇ. ἐδίδαξεν τοὺς ἰδίους αὐτοῦ μαθητάς· τῆς γὰρ ἀληθείας διδάσκαλος αὐτός ἐστιν καὶ τῶν σοφῶν ὁ σοφιστὴς· ὃς καὶ ἐν ναῷ τὸ δῶρον προσήνεγκεν ἵνα δείξῃ πᾶσαν τὴν προσφορὰν ἁγιάζεσθαι. οὗτος ὁ ἀπόστολος ἐκείνου ἐστίν, ἐνδείκτης τῆς ἀληθείας. οὗτός ἐστιν ὁ τὸ θέλημα διαπραττόμενος ἐκείνου τοῦ ἀποστείλαντος αὐτόν. ἐλεύσονται δὲ ἀπόστολοι ψευδεῖς καὶ προφῆται τῆς ἀνομίας, ὧν τὸ τέλος ἔσται πρὸς τὰς αὐτῶν πράξεις, κηρύσσοντες μὲν καὶ νομοθετοῦντες φυγεῖν ἀπὸ τῶν ἀσεβειῶν, αὐτοὶ δὲ πάντοτε ἐν ἁμαρτίαις ἐξεταζόμενοι· ἠμφιεσμένοι μὲν ἐνδύματα προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες· οἵτινες μιᾷ γυναικὶ οὐκ ἀρκούμενοι πολλὰς γυναῖκας ἐξαφανίζουσιν· οἳ τέκνων λέγοντες καταφρονεῖν πολλοὺς παῖδας ἀπόλλουσιν, ὧν τὴν τιμωρίαν διδόασιν· οἱ μὴ ἐπαρκούμενοι τῇ ἑαυτῶν κτήσει ἀλλὰ θέλοντες πάντα τὰ ἀχρειώδη αὐτοῖς ἐξυπηρετεῖσθαι μόνοις, ἐπαγγελλόμενοι ὡς μαθηταὶ αὐτοῦ. καὶ ἐν μὲν τῷ στόματι αὐτῶν ἄλλα φθέγγονται, τῇ δὲ καρδίᾳ αὐτῶν ἄλλα ἐνθυμοῦνται· τοῖς ἄλλοις μὲν παρακελευόμενοι ἀσφαλίζεσθαι ἀπὸ τῶν πονηρῶν, αὐτοὶ δὲ οὐδὲν ἀγαθὸν διαπράττονται. οἳ σώφρονες νομίζονται εἶναι καὶ τοῖς μὲν ἄλλοις παρακελεύονται ἀπέχεσθαι πορνείας, κλοπῆς καὶ πλεονεξίας, ταῦτα δὲ πάντα ἐν αὐτοῖς ἀποκρύφως πολιτεύονται, διδάσκοντες τοὺς ἄλλους ταῦτα μὴ διαπράττεσθαι.