Ancient Greek · ~5 min
Section 80
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 80
Not analysed yet
Ταῦτα ἐκφάναντος τοῦ ὀνάγρου πάντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ σιγήσαντος αὐτοῦ εἶπεν ὁ ἀπόστολος· Τίνα ἐνθυμηθῶ περὶ τῆς σῆς εὐπρεπείας Ἰησοῦ, τίνα δὲ καὶ περὶ σοῦ ἐξηγήσωμαι οὐκ ἔχω. μᾶλλον δὲ οὐ δύναμαι· οὐ γὰρ χωρῶ ἐξειπεῖν αὐτὰ ὦ Χριστὲ ἀναπεπαυμένε καὶ μόνε σοφέ, ὁ τὰ ἐγκάρδια γινώσκων μόνος καὶ ἐπιστάμενος τὰ τοῦ λογισμοῦ· σοὶ δόξα ἐλεῆμον καὶ ἤρεμε· σοὶ δόξα λόγε σοφέ· δόξα τῇ εὐσπλαγχνίᾳ σου τῇ ἐπικυηθείσῃ ἡμῖν· δόξα τῷ ἐλέει σου τῷ ἐφ᾽ ἡμᾶς ἁπλωθέντι· δόξα τῇ μεγαλωσύνῃ σου τῇ δι᾽ ἡμᾶς σμικρυνθείσῃ· δόξα τῇ ὑψίστῳ σου βασιλείᾳ ἥτις δι᾽ἡμᾶς ἐταπεινώθη· δόξα τῇ ἰσχύι σου ἣ δι᾽ ἡμᾶς ἠλαττώθη· δόξα τῇ θεότητί σου ἣ δι᾽ ἡμᾶς εἰς ἀπεικασίαν ἀνθῶσιν, θρώπων ὤφθη· δόξα τῇ ἀνθρωπότητί σου, ἥτις δι᾽ ἡμᾶς ἀπέθανεν, ἵνα ἡμᾶς ζωοποιήσῃ· δόξα τῇ ἀναστάσει σου τῇ ἀπὸ τῶν νεκρῶν· διὰ γὰρ ταύτης ἔγερσις καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ἡμῶν γίνεται· δόξα καὶ εὐφημία τῇ ἀνόδῳ σου τῇ ἐπὶ τοὺς οὐρανούς· δι᾽ αὐτῆς γὰρ ἡμῖν ὑπέδειξας τὴν ἄνοδον τοῦ ὕψους ἐπαγγειλάμενος ἡμῖν ἐκ δεξιῶν σου καθεσθῆναι καὶ συγκρῖναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. σὺ εἶ ὁ ἐπουράνιος λόγος τοῦ πατρός· σὺ εἶ τὸ ἀπόκρυφον φῶς τοῦ λογισμοῦ, ὁ τὴν ὁδὸν ὑποδεικνύων τῆς ἀληθείας, διῶκτα τοῦ σκότους καὶ τῆς πλάνης ἐξαλειπτά.