Ancient Greek · ~2 min
Section 84
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 84
Not analysed yet
ἀπέχεσθε οὖν πρῶτον τῆς μοιχείας· πάντων γὰρ τῶν κακῶν αὕτη ἐστὶν ἀφορμή· ἔπειτακαὶ κλοπῆς, ἥτις Ἰούδαν Ἰσκαριώτην δελεάσασα εἰς ἀγχόνην ἤγαγεν· ὅσοι γὰρ τῇ πλεονεξίᾳ οἰκοῦσιν οὐχ ὁρῶσιν τὰ ὑπ᾽ αὐτῶν γινόμενα· καὶ ἀπὸ τῆς ἀλαζονείας καὶ ἀπὸ πάντων τῶν αἰσχρῶν πράξεων, μάλιστα τῶν σωματικῶν, ἐν ᾧ κατάκρισις αἰωνία γίνεται. ἔστιν γὰρ αὕτη ἡ μητρόπολις τῶν κακῶν ἁπάντων· ὁμοίως δὲ καὶ τοὺς ὑψαυχενοῦντας ἄγει εἰς τυραννίδα, κατασπῶσα αὐτοὺς εἰς βάθος καὶ χειρουμένη αὐτοὺς ὑπὸ τὰς αὐτῆς χεῖρας, ἵνα μὴ θεάσωνται ἃ πράττουσιν· ὅθεν τὰ διαπραττόμενα ὑπ᾽ αὐτῶν ἄδηλα αὐτοῖς ἐστιν.