Ancient Greek · ~4 min
Section 85
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 85
Not analysed yet
ἀλλ᾽ ὑμεῖς πάντων τῶν ἀγαθῶν εὐάρεστοι γίνεσθε τῷ θεῷ ἐν πρᾳότητι καὶ ἡσυχίᾳ· τούτων γὰρ φείδεται ὁ θεός, καὶ ζωὴν αἰωνίαν παρέχει καὶ τὸν θάνατον ἐξουθενεῖ· καὶ ἐν ἐπιεικείᾳ, πᾶσιν τοῖς ἀγαθοῖς ἐπακολουθεῖ, ἡ πάντας τοὺς ἐχθροὺς καταγωνιζομένη καὶ τὸν στέφανον τῆς νίκης μόνη λαβοῦσα· ἐν ἡσυχίᾳ καὶ τῷ διὰχειρὸς ὀρέγοντι τοῖς πένησιν καὶ πληροῦντι τὸ ἐνδεὲς τῶν λειπομένων, κομίζουσα καὶ μεταδιδοῦσα τοῖς δεομένοις· μάλιστα τοῖς ἐν ἁγιωσύνῃ πολιτευομένοις· αὕτη γὰρ ἐπίλεκτός ἐστιν παρὰ τῷ θεῷ καὶ εἰσάγουσα εἰς τὴν αἰώνιον ζωήν· αὕτη γὰρ μητρόπολίς ἐστιν παρὰ τῷ θεῷ τῶν ἀγαθῶν ἁπάντων· οἱ γὰρ μὴ ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὐ μὴ τύχωσιν τῆς ἁγιωσύνης. ἡ δὲ ἁγιωσύνη ὤφθη ἐκ τοῦ θεοῦ, καταργοῦσα τὴν πορνείαν, καταστρέφουσα τὸν ἐχθρόν, εὐαρεστοῦσα τῷ θεῷ. ἀθλητὴς γὰρ ἀήττητός ἐστιν, ἔχουσα ἀξίωμα τοῦ θεοῦ, παρὰ πολλῶν δοξαζομένη. πρεσβευτής ἐστιν εἰρήνης, καταγγέλλουσα εἰρήνην. εἴ τις κτήσεται αὐτήν, ἀφορόντιστος μένει, τῷ κυρίῳ εὐαρεστῶν, προσδεχόμενος τὸν καιρὸν τῆς ἀπολυτρώσεως. οὐδὲν γὰρ παράτοπον διαπράττεται, παρέχουσα ζωὴν καὶ ἀνάπαυσιν καὶ χαρὰν πᾶσιν τοῖς αὐτὴν κτωμένοις.