Ancient Greek · ~2 min
Section 97
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 97
Not analysed yet
Ταῦτα δὲ τοῦ Χαρισίου εἰπόντος ἡ Μυγδονία ὥσπερ πέτρα τις ἡσύχαζεν· ηὔχετο δὲ πότε διαφαύσει, ἵνα ἀπέλθῃ πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ· ἀναχωρεῖ δὲ ἀπ᾽ αὐτῆς, καὶ ἀπέρχεται ἐπὶ τὸ δεῖπνον ἀθυμῶν· ἐμερίμνα γὰρ κατὰ τὸ ἔθος συγκαθευδῆσαι αὐτῇ. ἐξελθόντος δὲ ἐκείνου κλίνασα τὰ γόνατα ηὔχετο λέγουσα· Κύριε θεὲ δέσποτα, πατὴρ ἐλεήμων, σωτὴρ Χριστέ, σὺ δός μοι δύναμιν ἵνα νικήσω τὴν ἀναίδειαν Χαρισίου, καὶ παράσχου μοι φυλάξαι τὴν ἁγιωσύνην εἰς ἣν σὺ χαίρεις, ἵνα κἀγὼ δι᾽ αὐτῆς εὕρω ζωὴν αἰώνιον Ταῦτα δὲ εὐξαμένης αὐτῆς ἔθηκεν ἑαυτὴν ἐπὶ τὴν κλίνην σκεπασθεῖσα.