Ancient Greek · ~4 min
Section 98
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 98
Not analysed yet
Ὁ δὲ Χαρίσιος δειπνήσας ἐπέστη αὐτῇ· αὐτὴ δὲ ἐβόα λέγουσα· Οὐκ ἔχεις λοιπὸν χώραν πρὸς ἐμέ· ὁ γὰρ κύριός μου Ἰησοῦς κρείττων σοὺ ἐστιν ὁ σὺν ἐμοὶ ὢν καὶ ἐν ἐμοὶ ἀναπαυόμενος. Ὃ δὲ γελάσας εἶπεν· Καλῶς χλευάζεις ταῦτα λέγουσα περὶ ἐκείνου τοιῦ φαρμακοῦ, καὶ καλῶς αὐτοῦ καταγελᾷς λέγοντος ὅτι Ζωὴν οὐκ ἔχετε παρὰ τῷ θεῷ ἐὰν μὴ ἁγνίσητε αὐτούς. Ταῦτα εἰπόντος αὐτοῦ ἐπεχείρει πρὸς αὐτὴν καθευδῆσαι· ἣ δὲ μὴ ὑπομένουσα ἀλλὰ πικρῶς κραυγάζουσα ἔλεγε· Ἐπικαλοῦμαί σε κύριε Ἰησοῦ, μὴ ἐγκαταλίπῃς με· πρὸς σὲ γὰρ τὴν καταφυγὴν ἐποιησάμην· ὡς γὰρ ἀνέμαθον ὅτι σὺ εἶ ὁ ἐπιζητῶν τοὺς ἐν ἀγνοίᾳ ἐπειλημμένους καὶ ῥυόμενος τοὺς ἐν τῇ πλάνῃ κατεχομένους· νυνὶ δὲ ἐγὼ σοῦ δέομαι οὗ τὴν φήμηνἤκουσα καὶ ἐπίστευσα, σὺ ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ ῥῦσαί με ἀπὸ τῆς ἀναισχυντίας Χαρισίου, ὥστε μὴ κατεξουσιάσῃ μου ἡ τούτου μιαρότης. Καὶ τύψασα ἑαυτῆς τὰς χεῖρας ἔφυγεν ἀπ᾽ αὐτοῦ γυμνή· καὶ ἐξιοῦσα κατέσπασεν τὸ βῆλον τοῦ κοιτῶνος, καὶ τοῦτο περιβαλομένη ἀπῄει πρὸς τὴν ἑαυτῆς τροφόν, κἀκεῖ παρ᾽ αὐτῇ ὕπνωσεν.