Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 16-2
Not analysed yet
Μετάφρενον κρατερὸν ἄριστον· τὸ δὲ ἀσθενὲς καὶ λεπτὸν δειλίᾳ καὶ μικροψυχίᾳ πρέπει· σὰρξ δὲ ἐπί- πεφυκυῖα μεταφρένοις ἀμφιλαφὴς ἀναισθησίαν κατη- γορεῖ, καὶ ἡ στενότης μωρίαν. μετάφρενον εὐρὺ μεγα- λονοίας, τὸ δὲ πράως στρογγύλον ἀγχινοίας καὶ χαρίτων σημεῖον. κυρτὸν ὁ φέρων μετάφρενον καὶ ὤμους εἰς τὸ στῆθος ἐπικεκλασμένους κακοήθης ἐστὶ καὶ βάσκα- νος· εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον, φειδωλὸς καὶ φιλάργυρος.