Ancient Greek · ~2 min
De Sulla templi Alalcomenarum direptore.
Aelian, Ἀποσπασμάτια De Sulla templi Alalcomenarum direptore.
Not analysed yet
Ἀλαλκομεναὶ πόλις ἐστὶ καὶ ἀκούω αὐτὴν μήτ’ ἐφ’ ὑψηλοῦ κεῖσθαι καὶ ἀπιθοῦς λόφου, μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποστέγειν καὶ ἀναστέλλειν τοὺς πολεμίους κατὰ τὸ καρτερόν. ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής. τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασιν κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις; οὐ μὴν ἀπώνητο οὐδέν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἳ μὲν εὐλαῖς, οἳ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν. ὃ δὲ φθειρσὶν ἐκζέσας ἐσθιόμενός τε καὶ κατὰ μικρὰ λειβόμενος ἀποθνήσκει.